Funerary inscription by Ploutias Herodou of Smyrna for self
and family, with penalty for unauthorized burials; imperial;
found on Drymoussa: Mouseion 1, 1873-5, 110, no. 1; *IEry 527.
[ ]
IEry 527
1 | Πλουτιὰς Ἡρώδου τοῦ Διογέ- |
νους Ζμυρναία ζῶσα τὸ μνημεῖον | |
καὶ τὴν σορὸν κατεσκεύασεν ἑαυ- | |
τῇ καὶ Ἐπινείκῳ Νεικηφόρου τῷ ἀν- | |
5 | δρὶ καὶ Ἐπινείκῃ Ἐπινείκου θυγατρί, |
ἐφ ᾧ μηδενὶ ἑτέρῳ ἐξῇ βληθῆναι | |
εἰς τὴν σορὸν κατὰ μηδένα τρό- | |
πον· ἐὰν δέ τις ἄλλος βληθῇ ἢ ἀ- | |
νοίξῃ ποτὲ μετὰ τὴν ἑαυτῆς κη- | |
10 | δείαν, ἐνεύχομαι τῷ Κλαζομενί- |
ων δήμῳ τὴν τῶν Σεβαστῶν | |
Τύχην καὶ τοὺς πατρίους θεοὺς | |
πρᾶξαι τὸν ὑπεναντίον βαλόντα | |
ἢ ἀνοίξαντα εἰς τὸ δημόσιον | |
15 | δηνάρια πεντακισχείλια· ἕξουσιν |
δὲ μετοχὴν μόνου τοῦ μνημεί- | |
ου ἀπελεύθεροί μου |