Decision of foreign judges from Knidos concerning dispute
between Temnos and Klazomenai; II1; probably found at or near
Klazomenai, now in Berlin: *Herrmann, MDAI(I) 29, 1979, 249-271,
no. II, side A (PH); SEG 29, 1130bis.A; BE 1987:287; Piejko,
MDAI(I) 36, 1986, 95-97 (non vidi); SEG 36, 1040.A.
[ ]
MDAI(I) 1979, 249-71:II side A
1 | [κρίσις ἃν ἀπεφάναν?]το οἱ αἱρεθέντες [δικα]σ[ταὶ τῶν] Κ̣νιδίων |
[οἷς ἐπέτρεψαν τὰν δ]ι̣ε̣ξαγωγὰν ποιή̣σ̣α̣σ̣[θαι ․․6․․․]Κ̣․․ΙΩΝ ὑ- | |
[πὲρ τ]ῶν ἐ[γκλη]μάτ[ων] ὧν ἐξέθηκαν Τημνῖτ̣[αι κ]α̣ὶ Κλαζομέ- | |
[νιοι Θ]αλῆς, Ξ̣ε̣νόδ̣ο̣τ̣ος, Ἁ̣γ̣ησικράτης, Πύθων̣, [Κ]α̣φισόδωρος, | |
5 | [․4․․]δωρος δι[εξάγ]οντες ὡς ἐφαίνετο αὐτοῖς δικαι[ό]τατα |
[καὶ σ]υμφερόντως ἕξειν τοῖς [δ]άμ̣οις καὶ μενεῖν ἁ προϋ- | |
[πάρξ]ασα φιλία καὶ [ε]ὔ̣ν̣οια ταῖς πόλεσι ποθ’ αὑτὰς ἀκολο[ύ]- | |
[θως τ]ο̣ῖς προγεγενημένοις φιλανθρώποις, ἁ δὲ γενη- | |
[θεῖσ]α̣ περὶ τῶν διαμφισβατηθέντων ποθ’ αὑτοὺς διαφ[ο]- | |
10 | [ρὰ παύ]σειν, ὑπάρξειν δὲ ἁ ἀποκατάστασις εἰς τὰμ φιλ[ί]- |
[αν τα]ῖς πόλεσι βεβαία. περὶ μὲν τῶν [κα]τὰ τὸμ πόλεμον | |
[ἐγκλη]μάτων [ὑπὲ]ρ ὧν ἐνεκάλεσαν ἀλλάλοις Τημνῖτ[αι] | |
[καὶ Κλ]αζομένιοι, με[γά]λων ὄντων τῶν ἐγκεκλημένων | |
[καὶ τῶ]ν ποτικατακεχωρισμένων ἐν αὐτοῖς ἀλλοτρίων | |
15 | [πρός ἀπ]οκατ[άσ]τασιν φιλίας, διατεινόντων δὲ εἰς ἔχ<θ>ραν τὰν μεγ[ί]- |
[στα]ν, καλῶς ἔξ[ειν] ὑπελάβομες ἐναντίομ μὲν μηθὲν μηδὲ ἀνο- | |
[χὰν] τοῖς προϋπάρχουσι φιλανθρώποις καταλείπειν, τὰν δὲ διεξα- | |
[γωγ]ὰν ποιήσασθαι ἀκολούθως τᾶι τε τοῦ δάμου προαιρέσει [ἃν καὶ] | |
[αὐτ]οὶ προεθέμεθα καὶ τῶι συμφέροντι τῶν ἐπιτρεψάντων τὰ[ν κρί]- | |
20 | [σιν.] διὸ καὶ κρίνομες διαλελῦσθαι τὰς πόλεις περὶ τῶν κατὰ τ[ὸμ] |
[πόλεμ]ον ἐγκλημάτων καὶ μὴ ἐξῆ{η}μιν {²⁶ἐξῆμιν}²⁶ ἔτι ἐγκαλέσαι, ἀλλὰ ὑ[πάρ]- | |
[χειν ἀ]μναστίαν εἰς τόν ἀεὶ χρόνον. κρίνομες δὲ καὶ ὑπὲρ τ[οῦ ἐγ]- | |
[κλήμ]α̣τος οὗ̣ ἐνεκάλεσαν Τημνῖται Κλαζομενίοις ὑπὲρ τ[οῦ τε]- | |
[μ]έ[ν]ο̣υς καὶ τᾶν ταφᾶν μὴ ἐνόχους Κλαζομενίους τοῖς ἐγ[κεκλη]- | |
25 | [μ]έ̣ν̣οις διὰ τὸ μηδεμιᾶι χρήσασθαι ἀποδείξει Τημνίτας τ̣[οῦ ἐγκλή]- |
[ματ]ος δι’ ἇς ἤμελλον φανερὸν ἁμῖν ποιήσειν ὅτι ἀλλοῖ[ά? ἐστιν τὰ] | |
[ἐγκε]κλημένα ὑπ’ αὐτῶν, πᾶν δὲ τὸ ἐναντίον δηλοῦν δ̣[ιὰ τοῦ ἐγ]- | |
[κ]λήματος ὅτι καὶ αὐτοὶ ἐπὶ τὸ ἐγκαλεῖν ἦλθον ποταγγ[ελίαν] | |
[ψ]εύσαντες, ποταγγειλάντων αὐτοῖς τινῶν ἐπενβαίν̣[ειν —] | |
30 | γ̣ε̣ιτονεύοντας καὶ τᾶν σταλᾶν τινας κιν̣ῖ̣ν τᾶν πρ̣[οσοριζου]- |
[σ]ᾶν τὸ τοῖς θεοῖς ἀνατεθὲν τέμενος, ἀφαιρεῖσθαι δ[ὲ καὶ τοῦ τε]- | |
[μ]ένους τὰ πάτρια καὶ ἀπὸ τοῦ τόπου τοῦ εἰς τὰς [—] | |
[․․]ς· ταῦτα δὲ ἀποφανάμενοι πάλιν ἐν ․ΛΛΟ․[—] | |
․․․ΦΑΝΤΙ τοὺς ἀφορισμένους Τ[—] | |
35 | τινας κεκινῆσθαι καὶ συντε[τ]ρ[ίφθαι —] |
καὶ μετὰ ταῦτα ἐπισκ[—] | |
γεγενημένα Α․Ο[—] | |
[․]α ἐξ ἀρχῆς Ω[—] | |
․․ ἐπιγνωσ[—] | |
40 | [․․․]ΠΩΝΚΑ[—] |
[․4․․]ΑΠ[—] |