Decision of foreign judges from Knidos concerning dispute between Temnos and Klazomenai; II1; probably found at or near Klazomenai, now in Berlin: *Herrmann, MDAI(I) 29, 1979, 249-271, no. II, side A (PH); SEG 29, 1130bis.A; BE 1987:287; Piejko, MDAI(I) 36, 1986, 95-97 (non vidi); SEG 36, 1040.A.  
[ ] MDAI(I) 1979, 249-71:II side A
1 [κρίσις ἃν ἀπεφάναν?]το οἱ αἱρεθέντες [δικα]σ[ταὶ τῶν] Κ̣νιδίων
[οἷς ἐπέτρεψαν τὰν δ]ι̣ε̣ξαγωγὰν ποιή̣σ̣α̣σ̣[θαι ․․6․․․]Κ̣․․ΙΩΝ ὑ-
[πὲρ τ]ῶν ἐ[γκλη]μάτ[ων] ὧν ἐξέθηκαν Τημνῖτ̣[αι κ]α̣ὶ Κλαζομέ-
[νιοι Θ]αλῆς, Ξ̣ε̣νόδ̣ο̣τ̣ος, Ἁ̣γ̣ησικράτης, Πύθων̣, [Κ]α̣φισόδωρος,
5 [․4․․]δωρος δι[εξάγ]οντες ὡς ἐφαίνετο αὐτοῖς δικαι[ό]τατα
[καὶ σ]υμφερόντως ἕξειν τοῖς [δ]άμ̣οις καὶ μενεῖν ἁ προϋ-
[πάρξ]ασα φιλία καὶ [ε]ὔ̣ν̣οια ταῖς πόλεσι ποθ’ αὑτὰς ἀκολο[ύ]-
[θως τ]ο̣ῖς προγεγενημένοις φιλανθρώποις, ἁ δὲ γενη-
[θεῖσ]α̣ περὶ τῶν διαμφισβατηθέντων ποθ’ αὑτοὺς διαφ[ο]-
10 [ρὰ παύ]σειν, ὑπάρξειν δὲ ἁ ἀποκατάστασις εἰς τὰμ φιλ[ί]-
[αν τα]ῖς πόλεσι βεβαία. περὶ μὲν τῶν [κα]τὰ τὸμ πόλεμον
[ἐγκλη]μάτων [ὑπὲ]ρ ὧν ἐνεκάλεσαν ἀλλάλοις Τημνῖτ[αι]
[καὶ Κλ]αζομένιοι, με[γά]λων ὄντων τῶν ἐγκεκλημένων
[καὶ τῶ]ν ποτικατακεχωρισμένων ἐν αὐτοῖς ἀλλοτρίων
15 [πρός ἀπ]οκατ[άσ]τασιν φιλίας, διατεινόντων δὲ εἰς ἔχ<θ>ραν τὰν μεγ[ί]-
[στα]ν, καλῶς ἔξ[ειν] ὑπελάβομες ἐναντίομ μὲν μηθὲν μηδὲ ἀνο-
[χὰν] τοῖς προϋπάρχουσι φιλανθρώποις καταλείπειν, τὰν δὲ διεξα-
[γωγ]ὰν ποιήσασθαι ἀκολούθως τᾶι τε τοῦ δάμου προαιρέσει [ἃν καὶ]
[αὐτ]οὶ προεθέμεθα καὶ τῶι συμφέροντι τῶν ἐπιτρεψάντων τὰ[ν κρί]-
20 [σιν.]  διὸ καὶ κρίνομες διαλελῦσθαι τὰς πόλεις περὶ τῶν κατὰ τ[ὸμ]
[πόλεμ]ον ἐγκλημάτων καὶ μὴ ἐξῆ{η}μιν {²⁶ἐξῆμιν}²⁶ ἔτι ἐγκαλέσαι, ἀλλὰ ὑ[πάρ]-
[χειν ἀ]μναστίαν εἰς τόν ἀεὶ χρόνον. κρίνομες δὲ καὶ ὑπὲρ τ[οῦ ἐγ]-
[κλήμ]α̣τος οὗ̣ ἐνεκάλεσαν Τημνῖται Κλαζομενίοις ὑπὲρ τ[οῦ τε]-
[μ][ν]ο̣υς καὶ τᾶν ταφᾶν μὴ ἐνόχους Κλαζομενίους τοῖς ἐγ[κεκλη]-
25 [μ]έ̣ν̣οις διὰ τὸ μηδεμιᾶι χρήσασθαι ἀποδείξει Τημνίτας τ̣[οῦ ἐγκλή]-
[ματ]ος δι’ ἇς ἤμελλον φανερὸν ἁμῖν ποιήσειν ὅτι ἀλλοῖ[ά? ἐστιν τὰ]
[ἐγκε]κλημένα ὑπ’ αὐτῶν, πᾶν δὲ τὸ ἐναντίον δηλοῦν δ̣[ιὰ τοῦ ἐγ]-
[κ]λήματος ὅτι καὶ αὐτοὶ ἐπὶ τὸ ἐγκαλεῖν ἦλθον ποταγγ[ελίαν]
[ψ]εύσαντες, ποταγγειλάντων αὐτοῖς τινῶν ἐπενβαίν̣[ειν —]
30 γ̣ε̣ιτονεύοντας καὶ τᾶν σταλᾶν τινας κιν̣ῖ̣ν τᾶν πρ̣[οσοριζου]-
[σ]ᾶν τὸ τοῖς θεοῖς ἀνατεθὲν τέμενος, ἀφαιρεῖσθαι δ[ὲ καὶ τοῦ τε]-
[μ]ένους τὰ πάτρια καὶ ἀπὸ τοῦ τόπου τοῦ εἰς τὰς [—]
[․․]ς· ταῦτα δὲ ἀποφανάμενοι πάλιν ἐν ․ΛΛΟ․[—]
․․․ΦΑΝΤΙ τοὺς ἀφορισμένους Τ[—]
35 τινας κεκινῆσθαι καὶ συντε[τ]ρ[ίφθαι —]
καὶ μετὰ ταῦτα ἐπισκ[—]
γεγενημένα Α․Ο[—]
[․]α ἐξ ἀρχῆς Ω[—]
․․ ἐπιγνωσ[—]
40 [․․․]ΠΩΝΚΑ[—]
[․4․․]ΑΠ[—]
Search Help