Decree of Ionian League establishing festival in honor of King Antiochos (I) and son Antiochos (II); 268/262 BC; found at Klazomenai: Foucart, BCH 9, 1885, 387-394; OGIS 222; *IEry 504.  
[ ] IEry 504
1 [—]λε[—]
[— τε]τράδι ἱσταμένου, ἵνα τὴ[ν]
[ἡμέραν ἐν ἧι ὁ βασιλεὺς Ἀντίοχος] ἐγεννήθη μετ’ εὐφημί-
[ας — διάγ]ωμεν. δίδοσθαι δὲ τῶμ
5 [πανηγυριζόντων — τοσοῦτον] ὅσον καὶ εἰς τὴν Ἀλε-
[ξάνδρου — θυσ]ίαν δίδοται. ὅπως δὲ καὶ
[τὰ ἐψηφισμένα ὑπὸ τοῦ κοινοῦ τῶν] Ἰώνων περὶ τῶν τιμῶν εἰ-
[δῶσιν ὁ βασιλεὺς Ἀντίοχος καὶ ἡ] βασίλισσα Στρατονίκη,
[—]ων δύο ἀφ’ ἑκάστης πόλε-
10 [ως — πρεσ]βεύσαντας πρὸς τὸν βα-
[σιλέα Ἀντίοχον, τούτους δὲ τ]ό τε ψήφισμα τόδε ἀποδοῦ-
[ναι τῶι βασιλεῖ —] τῶμ πόλεων τῶν Ἰάδων ἐμ-
[— ὅτι ἂ]ν ἀγαθὸν δύνωνται τῶι κο̣ι-
[νῶι τῶμ πόλεων. παρακαλείτω]σαν δέ οἱ πρέσβεις τόμ βασι-
15 [λέα Ἀντίοχον πᾶσαν ἐπιμ]έλειαν ποιεῖσθαι τῶμ πόλε-
[ων τῶν Ἰάδων ὅπως καὶ τὸ λοιπὸ]ν ἐλεύθεραι οὖσαι καὶ δημο-
[κρατούμεναι μεθ’ ὁμονοίας πολι]τεύωνται κατὰ τοὺς πατρί-
[ους νόμους· ἀποφαινέτωσα]ν δὲ αὐτῶι οἱ πρέσβεις διότι
[τοῦτο ποιῶν πολλῶν τε ἀγαθ]ῶν αἴτιος ἔσται ταῖς πόλε-
20 [σιν καὶ ἅμα ἀκόλουθα πράξει τῆι τ]ῶν προγόνων αἱρέσει. παρακα-
[λείτωσαν —]λει Ἀντίοχον ἀποφήνασθαι
[τόπον ὃς ἂν — φ]αίνηται εἶναι, ἐν ὧι τὸ τέμε-
[νος —] καὶ ἡ πανήγυρις συντελε-
[σθήσεται —]ωσιν αἱ πρεσβεῖαι τὴμ πόλιν,
25 [— τὴν θυ]σίαν τῶν Ἀλεξανδρείων
[παρακαλεῖν πάντας τοὺς δήμο]υς τοὺς μετέχοντας τῆς
[θυσίας, ὅπως κατὰ τὸ δόγμα τ]οῦ συνεδρίου βουλεύσωνται
[περὶ —]ης καὶ τῆς κατασκευῆς καὶ
[— θυσ]ιῶν καὶ περὶ τῶν λοιπῶν καθ[ό]-
30 [τι γενήσεται καὶ ἐν οἷς δ]εήσει χρόνοις συντελεῖσθ[αι]
[κυρωθέντος δὲ τοῦ ψ]ηφίσ[μα]τος τοὺς συνέδρους τοὺ[ς]
παρόντας ἀπὸ τῶμ πόλεων [συ]ντελέσαι θυσίαν τοῖς θε-
οῖς πᾶσι καὶ πάσαις καὶ τοῖς β[α]σιλεῦσιν Ἀντιόχωι <καὶ Ἀντιόχωι> καὶ τῆι
βασιλίσσηι Στρατονίκηι, καὶ [θῦ]σαι ἱερεῖα τέλεια καὶ στεφα-
35 νηφορῆσαι τοὺς τε συνέδρο[υς] καὶ τοὺς ἄλλους τοὺς ἐν
τῆι πόλει πάντας· ἀνοῖξαι δ[ὲ] τοὺς ἱερεῖς καὶ τὰς ἱερείας
τὰ ἱερὰ καὶ ἐπιθύειν ἐπευχομ[έ]νους συνενεγκεῖν τὰ δεδο-
γμένα τοῖς τε βασιλεῦσι Ἀ[ν]τιόχωι καὶ Ἀντιόχωι καὶ τῆι
βασιλίσσηι Στρατονίκηι καὶ [πᾶσι τ]οῖς μετέχουσι τῶν τι-
40 μῶν· ἀναγράψαι δὲ καὶ εἰστ[ήλ]ην τὸ ψήφισμα τόδε καὶ τὰ
ὀνόματα πατρόθεν τῶν ἡκ[όν]των συνέδρων ἐκ τῶν πόλε-
ων καὶ στῆσαι ἐν τῶι τεμέν[ει] παρὰ τὸμ βωμὸν τῶν βασιλέ-
[ω]ν· ἀναγράψαι δὲ καὶ τοὺς δ[ήμ]ους ἐν ταῖς ἰδίαις πόλεσιν
[τ]ό τε ψήφισμα τόδε καὶ τ[ῶν σ]υνέδρων τὰ ὀνόματα πατρό-
45 [θεν καὶ στῆσαι ἐν — ὅπερ ἂν] φαίνηται ἐπιφανέστατον.
[— Ἐ]φεσίων· Ἀρτεμίδωρος Γόργω[—]
[— Λε]βεδίων· Κάπ[—]
Search Help