Funerary inscription for Apollodotos Parmenontos, with
decree of Koinon of Ionians; II1; now in Reisdere, from Erythrai:
Fontrier, REA 5, 1903, 231-2, no. 1; IPriene 536; *IEry 348.
[ ]
IEry 348
1 | Ἀπολλόδοτος Παρμένοντος χαῖρε· |
ἔδοξεν τῶι κοινῶι τῶν Ἰώνων· ἐπειδὴ τῶν θεωρο[δο]- | |
κούντων ․4․․ο̣ι̣ς̣ Ἀπολλόδοτος Παρμένοντος ὑπολέ- | |
λοιπεν τάχιον, καλῶς δ’ ἔχον ἐστὶν προνοηθῆναι τῆς κη- | |
5 | δείας αὐτοῦ, δεδόχθαι τοῖς Ἴωσιν· στεφανῶσαι αὐτὸν |
χρυσῶι στεφάνωι καὶ ἀπαντῆσαι ἐπὶ τὴν ἐκφορὰν αὐ- | |
τοῦ· τῆς δὲ ἐπιμελείας τοῦ στεφάνου καὶ κατα- | |
σκευῆς προνοιηθῆναι τὸν Βασιλέα Διονύσιον Ἀν- | |
θέως, ἐπειδὴ τὴν εἰς ταῦτα δαπάνην ἐπήγγελ- | |
10 | ται αὐτὸς ἐκ τῶν ἰδίων ποιήσεσθαι. |