Funerary inscription in elegiacs for Zosimos Nikomachou; II/I; found at Aridsa: Fontrier, MDAI(A) 12, 1887; Peek, GVI 1129; *IEry 304.  
[ ] IEry 304
1 οὐ νῆας —— τί δέ μοι ν[αῦς] αἰτίη; —— οὐδὲ θάλασσαν
μέμφομαι· ἐκ [πε]λάγους δ’ ἔκφυγον εἰς λιμένα·
ἄνκυραν καὶ πεῖσμα καθήρμοσα καὶ τὸν ἐς Ἅδην
ὅρμον νυκτιμανο͂υς ἦλθον ἀπαρκιέω
5 πυκνῇσιν μάστιξιν ἐλώμενος· ἁ δ̣ὲ τάλαινα
θρεψαμένα σποδιὴν εἰς πόλιν ἀγάγετο·
Ζώσιμον αἰάζεις  Καλλίστιον, ὃν προγένηον
ἀρτίχνουν γενέτᾳ πάρθεο Νεικομάχωι.
Search Help
Contact Us