Inscription in elegiacs concerning the Sibyl of Apollo in
Erythrai; AD 162; found at Erythrai: Buresch, MDAI(A) 17, 1892,
19-32, no. 9; *IEry 224.
[ ]
IEry 224
1 | ἡ Φοίβου̣ [π]ρόπολος χρη#⁹⁶¹- |
σμηγόρος εἰμι Σίβυλλα | |
νύμφης Ναϊάδος πρεσβυ#⁹⁶¹- | |
γενὴς θυγάτηρ· | |
5 | πατρὶς δ’ οὐκ ἄλλη, μούνη#⁹⁶¹ |
δέ μοί ἐστιν Ἐρυθραί | |
καὶ Θεόδωρος ἔφυ θνη#⁹⁶¹- | |
τὸς ἐμοὶ γενέτης· | |
Κισσώτας δ’ ἤνεγκεν ἐ#⁹⁶¹- | |
10 | μὸν γόνον, ὧι ἐνὶ χρησμούς |
ἔκπεσ̣ον ὠδείνων εὐθὺ#⁹⁶¹ | |
λαλοῦσα βροτοῖς. | |
τῆιδε δ’ ἐφεζομένη πέ#⁹⁶¹- | |
τρηι θνητοῖσιν ἄεισα | |
15 | μαντοσύνας παθέων#⁹⁶¹ |
αὖθις ἐπεσσομένων· | |
τρὶς δὲ τριηκοσίοισιν ἐ#⁹⁶¹- | |
γὼ ζώουσ’ ἐνιαυτοῖς | |
παρθένος οὖσ’ ἀδνὴς#⁹⁶¹ | |
20 | πᾶσαν ἐπὶ χθόν’ ἔβην, |
αὖθις δ’ ἐνθάδ’ ἔγωγε φίλῃ#⁹⁶¹ | |
πὰρ τῆιδέ γε πέτρηι | |
ἧμαι νῦν ἀγανοῖς ὕδα#⁹⁶¹- | |
σι τερπομένη. | |
25 | χαίρω δ’ ὅττι χρόνος μοι#⁹⁶¹ |
ἐλήλυθεν ἤδη ἀληθής, | |
ὧι ποτ’ ἀνανθήσειν αὖθις#⁹⁶¹ | |
ἔφην Ἐρυθράς, | |
πᾶσαν δ’ εὐνομίην ἕξειν#⁹⁶¹ | |
30 | πλοῦτόν τ’ ἀρετήν τε |
πάτρην ἐς φιλίην βάντι#⁹⁶¹ | |
νέωι Ἐρύθρωι. |