Inscription in elegiacs concerning the Sibyl of Apollo in Erythrai; AD 162; found at Erythrai: Buresch, MDAI(A) 17, 1892, 19-32, no. 9; *IEry 224.  
[ ] IEry 224
1 ἡ Φοίβου̣ [π]ρόπολος χρη#⁹⁶¹-
σμηγόρος εἰμι Σίβυλλα
νύμφης Ναϊάδος πρεσβυ#⁹⁶¹-
γενὴς θυγάτηρ·
5 PATRI\S D' OU)K A)/LLH, MOU/NH#961
δέ μοί ἐστιν Ἐρυθραί
καὶ Θεόδωρος ἔφυ θνη#⁹⁶¹-
τὸς ἐμοὶ γενέτης·
Κισσώτας δ’ ἤνεγκεν ἐ#⁹⁶¹-
10 μὸν γόνον, ὧι ἐνὶ χρησμούς
ἔκπεσ̣ον ὠδείνων εὐθὺ#⁹⁶¹
λαλοῦσα βροτοῖς.
τῆιδε δ’ ἐφεζομένη πέ#⁹⁶¹-
τρηι θνητοῖσιν ἄεισα
15 μαντοσύνας παθέων#⁹⁶¹
αὖθις ἐπεσσομένων·
τρὶς δὲ τριηκοσίοισιν ἐ#⁹⁶¹-
γὼ ζώουσ’ ἐνιαυτοῖς
παρθένος οὖσ’ ἀδνὴς#⁹⁶¹
20 πᾶσαν ἐπὶ χθόν’ ἔβην,
αὖθις δ’ ἐνθάδ’ ἔγωγε φίλῃ#⁹⁶¹
πὰρ τῆιδέ γε πέτρηι
ἧμαι νῦν ἀγανοῖς ὕδα#⁹⁶¹-
σι τερπομένη.
25 χαίρω δ’ ὅττι χρόνος μοι#⁹⁶¹
ἐλήλυθεν ἤδη ἀληθής,
ὧι ποτ’ ἀνανθήσειν αὖθις#⁹⁶¹
ἔφην Ἐρυθράς,
πᾶσαν δ’ εὐνομίην ἕξειν#⁹⁶¹
30 πλοῦτόν τ’ ἀρετήν τε
πάτρην ἐς φιλίην βάντι#⁹⁶¹
νέωι Ἐρύθρωι.
Search Help
Contact Us