Letter of King Antiochos (I or II) to Erythrai, with
beginning of honorary decree of [boule and de]mos (of Erythrai)
for him; c. 270/260 BC; found at Erythrai: Curtius, Monatsb. d.
Berl. Akad. 1875, 554-8; OGIS 223; Welles 15; Habicht,
Gottmenschentum 95-9; *IEry 31; SEG 37, 924.
[ ]
IEry 31
1 | βασιλεὺς Ἀντίοχος Ἐρυθραίων τῆι βουλῆι καὶ τῶι δήμωι |
χαίρειν· Θαρσύνων καὶ Πυθῆς καὶ Βοττᾶς οἱ παρ’ ὑμῶν πρεσ- | |
βευταὶ τό τε ψήφισμα ἀπέδωκαν ἡμῖν καθ’ ὅ ἐψηφίσασθε | |
τὰς τιμάς, καὶ τὸν στέφανον ἀνήνεγκαν ὧι ἐστεφανώ- | |
5 | σατε ἡμᾶς, ὁμοίως δὲ καὶ τὸ χρυσίον τὸ εἰς τὰ ξένια, καὶ |
αὐτοὶ ἀπολογισάμενοι περί τε τῆς εὐνοίας ἥν διὰ παντὸς | |
εἰσχήκατε εἰς τὴν ἡμετέραν οἰκίαν, καὶ καθόλου περὶ τῆς εὐχα- | |
ριστίας τοῦ πλήθους ἧι χρῆται πρὸς ἅπαντας τοὺς εὐερ- | |
γέτας, ἔτι δὲ καὶ τὴμ προαγωγὴν ἐν ἧι γέγονεν ἡ πόλις ἐπὶ τῶν πρό- | |
10 | τερον βασιλευσάντων, ἠξίουν μετὰ πάσης σπουδῆς τε καὶ |
προθυμίας φιλικῶς διακεῖσθαι ὑμῖν καὶ <ὁ>μοῦ πᾶσιν τοῖς ἀνή- | |
κουσι πρὸς τιμὴν καὶ δόξαν συναύξειν τὰ τῆς πόλεως· τάς | |
τε δὴ τιμὰς καὶ τὸν στέφανον δεδέγμεθα οἰκείως, ὁμοίως δὲ | |
καὶ τὰ ξένια, καὶ ὑμᾶς ἐπαινοῦμεν εὐχαρίστους ὄντας ἐμ πᾶ- | |
15 | σιν· φαίνεσθε γὰρ καθόλου ἀγωγῆι ταύτῃ χρῆσθαι· διὸ καὶ ἐν ἀρχῆι |
τε αἱρούμενοι διατελοῦμεν τὴμ πρὸς ὑμᾶς εὔνοιαν, θεωροῦν- | |
τες ἀπλάστως καὶ ἀληθινῶς ἐμ πᾶσι προσφερομένους, καὶ νῦν | |
πολύ τι μᾶλλον ἐπεσπάσμεθα, κατανοοῦντες τὸ εὐγενὲς | |
ὑμῶν καὶ ἐξ ἑτέρων μὲν πλεόνων, οὐχ ἥκιστα δὲ ἔκ τε τοῦ ψη- | |
20 | φίσματος τοῦ ἀποδοθέντος ἡμῖν καὶ ἐκ τῶν ῥηθέντων ὑπὸ |
τῆς πρεσβείας. καὶ ἐπειδὴ οἱ περὶ Θαρσύνοντα καὶ Πυθῆν και Βοτ- | |
τᾶν ἀπέφαινον διότι ἐπί τε Ἀλεξάνδρου καὶ Ἀντιγόνου αὐτό- | |
[ν]ομος ἦν καὶ ἀφορολόγητος ἡ πόλις ὑμῶν, καὶ οἱ ἡμέτεροι πρόγο- | |
[νοι] ἔσπευδον ἀεί ποτε περὶ αὐτῆς, θεωροῦ<ν>τες τούτους τε κρί- | |
25 | [ναν]τας δικαίως καὶ αὐτοὶ βουλόμενοι μὴ λείπεσθαι ταῖς εὐερ- |
[γεσ]ίαις, τήν τε αὐτονομίαν ὑμῖν συνδιατηρήσομεν καὶ ἀφορο- | |
[λογ]ήτους εἶναι συγχωροῦμεν τῶν τε ἄλλων ἁπάντων καὶ | |
[τῶν εἰς] τὰ Γαλατικὰ συναγομένων· ὑπάρξει δὲ ὑμῖν καὶ ἡ | |
[․c.5․ καὶ ἐά]ν τι ἄλλο φιλάνθρωπον ἢ ἡμεῖς ἐπινοήσωμεν ἢ | |
30 | [ὑμεῖς ἀξιώσητ]ε. παρακαλοῦμεν δὲ καὶ ὑμᾶς μνημονεύον- |
[τας ἡμῶν ἀεὶ τ]ὴν ἐκτενεστάτην πεῖραν εἰληφότων ασδια | |
[․․․․c.13․․․․․]ε εὔνοιαν καθάπερ δίκαιόν ἐστι καὶ υ[—] | |
[․․․․․․c.16․․․․․․]τε καὶ τοῖς προγεγενημένοις ὑμῖν ἀκο- | |
[λουθ․․․c.11․․․․ ὑφ’ ὧν ε]ὐεργέτησθε μνημονεύσειν ἀξίως· | |
35 | [τὰ δὲ πλείονα περὶ τούτων καὶ] τῶν ἄλλων ὧν συλλελαλή- |
[καμεν ἀναγγελοῦσιν ὑμῖν οἱ] πρεσβευταί, οὕς διά τε τὰ ἄλ- | |
[λα ἃ ἔπραξαν ἐπαινοῦμεν καὶ δ]ιὰ τὴν σπουδὴν ἣν ἐποιοῦν- | |
[το περὶ τῶν συμφερόντων τῶι δήμωι.] ἔρ<ρ>ωσθε. | |
[θεοί· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή]μω[ι·] στρατηγῶν, | |
40 | [πρυτανέων, ἐξεταστῶν γνώμη· ἐπειδὴ β]ασιλεὺς Ἀν- |
[τίοχος Βασιλέως —] καὶ ενδο[—] | |
[—] καὶ πολ[—] | |
44 | [—]πολε[—] |