Decrees of boule and demos [of Erythrai?] concerning statue
of tyrannicide; IV/II, reinscribed c. 275/200 BC; found on Chios,
prob. from Erythrai: Kirchhoff, Monatsb. Berl. Akad. 1863, 265-8;
Hicks 126; Hicks & Hill 159; Syll3 284; *IEry 503; Heisserer,
Hesperia 48, 1979, 281-293; SEG 29, 1129.
[ ]
IEry 503
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ζωίλος Χιά- |
δου εἶπεν· ἐπειδὴ οἱ ἐν τῆι ὀλιγαρχίαι τῆς εἰ- | |
κόνος τῆς Φιλίτου τοῦ ἀποκτείναντος | |
τὸν τύραννον τοῦ ἀνδριάντος ἐξεῖλον | |
5 | τὸ ξῖφος, νομίζοντες καθόλου τὴν στάσιν |
καθ’ αὑτῶν εἶναι· ὅπως ἂν ὁ δῆμος φαίνηται | |
πολλὴν ἐπιμέλειαν ποιούμενος καὶ μνημο- | |
νεύων ἀεὶ τῶν εὐεργετῶν καὶ ζώντων | |
καὶ τετελευτηκότων, ἀγαθῆι τύχηι δεδόχθαι | |
10 | τῆι βουλῆι καὶ τῶι δήμωι· τοὺς ἐξεταστὰς το[ὺ]- |
ς ἐνεστηκότ[α]ς ἐγδοῦναι τὸ ἔργον διαστολὴν | |
ποιησαμένους μετὰ τοῦ ἀρχιτέκτονος, καθ’ ὅτι | |
συντελεσθήσεται ὡς πρότερον εἶχεν· ὑπηρετε[ῖ]ν | |
δὲ αὐτοῖς τὸγ κατὰ μῆνα ταμίαν. ὅπως δὲ καθαρὸς | |
15 | ἰοῦ ἔσται ὁ ἀνδριὰς καὶ στεφανωθήσεται ἀεὶ ταῖς |
νουμηνίαις καὶ ταῖς ἄλλαις ἑορταῖς, ἐπιμελεῖσθαι | |
τοὺς ἀγορανόμους. | |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ζωίλος Χιάδου | |
εἶπεν· ἐπειδὴ ἐν τῶι πρότερον ψηφίσματι προσε- | |
20 | τάχθη τῶι ἀγορανόμωι ἐπιμελεῖσθαι τῆς εἰκόνος |
τοῦ ἀνδριάντος τοῦ Φιλίτου, ὅπως στεφανω- | |
θήσεταί τε καὶ λαμπρὸς ἔσται, ὁ δὲ ἀγορανόμος | |
φησὶν εἰς ταῦτα πόρου δεῖσθαι, ἀγαθῆι τύχηι | |
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· τὸ μὲν καθ’ ἕ- | |
25 | τος εἰς ταῦτα διδόναι τὸ ἀνάλωμα τοὺς |
[κα]τὰ μῆνα ταμίας, ἐπιμελεῖσθαι δὲ τὸν | |
[ἀγορα]νόμον· εἰς δὲ τὸν λοιπὸγ χρόνον οἱ [ἀ]- | |
[γορανόμο]ι πωλοῦντες τὰς ὠνὰς προστι[θέ]- | |
[τωσαν τὴν πο]ί[ησιν] τῶν στεφά[νων] | |
30 | [—]τε[—] |