Honorary decree of demos (of Erythrai) for strategoi Athen[
... ] et al.; c. 270/260 BC; found at Erythrai: LW 1536; Syll43
442; *IEry 29.
[ ]
IEry 29
1 | [ἔδοξεν τῶι] δήμῳ· στρατηγῶν, πρυτάνε[ων, ἐξεταστῶν] |
[γνώμη· ἐ]πειδὴ οἱ στρατηγοὶ οἱ στρατηγήσαν[τες ἐπὶ ἱερο]- | |
[ποιοῦ Ἀπολ]λοδώρου τὴμ μέσην τετράμηνον, Ἀθην[—] | |
δος, Φίλων Ἡροσῶντος, Βοττᾶς Βοττᾶδος, Ἄλυπ[ος —] | |
5 | νος, Ἐπαμείνων Ἐπαμείνονος, Ἀριστομένης Διονυσίο[υ, Διο]- |
τρέφης Ἡρακλείτου, [—]μας Ἀριστάρχου, Μητρόδωρος Θ[—] | |
μου, τά τε κατὰ τὴν ἀρχὴν καλῶς καὶ ἐνδόξως διώικησαν, [καὶ τοῦ πο]- | |
λέμου περιστάντος τὴν πόλιν καὶ τὴν χώραν ἐκτενεῖς κα[ὶ προθύ]- | |
μους αὑτοὺς παρέσχοντο πρὸς τὴν τῆς πόλεως φυλακ[ήν, οὐδένα οὔ]- | |
10 | τε φόβον οὔτε κίνδυνον ὑποστελλόμενοι, προθύμως δὲ ἑα[υ]- |
τοὺς ἐπιδιδόντ<ε>ς εἰς τὸ καὶ λέγειν καὶ πράττειν τὰ τῆι πόλ[ει] | |
συμφέροντα, δι’ ο[ὗ] τὴν δημοκρατίαν συνδιετήρησαν τῶι [δή]- | |
μωι καὶ τὴν πόλιν ἐλευθέραν παρέδωκαν τοῖς μεθ’ αὑτοὺς ἄ[ρ]- | |
[χ]ουσιν, ἔν τε τοῖς ἄλλοις ἀνεύθυνοι καὶ ἀνέγκλητοι γεγόν[α]- | |
15 | [σι]ν· τύχηι ἀγαθῆι, δεδόχθαι τῶι δήμωι, ἐπαινέσαι τούς στ[ρα]- |
[τη]γοὺς τοὺς στρατηγήσαντας ἐπὶ ἱεροποιοῦ Ἀπολλοδώρου | |
[τὴ]ν δευτέραν τετράμηνον ἐπὶ τοῖς διωικημένοις κατὰ τὴν | |
[ἀ]ρχήν, καὶ στεφανῶσαι ἕκαστον αὐτῶν χρυσῶι στεφάνωι | |
[ὑπ]άρχει[ν δ]ὲ αὐτο[ῖς καὶ προε]δ[ρίαν ἐ]μ πᾶσι τοῖς ἀγῶσιν τοῖς ὑ- | |
20 | [πὸ τῆς πόλεως συντελουμένοις· ἀναγρά]ψαι δὲ καὶ τὸ ψήφισμα |
[τόδε —] |