Honorary decree of boule and demos (of Erythrai) for Polykritos Iatrokleous; c. 275/265 BC; found in metropolitan church of city of Chios, prob. from Erythrai: Zolotas, Athena 20, 1908, 195-200, no. 6; Robert, BCH 57, 1933, plate 29 (PH); *IEry 28 (PH); Migeotte, L’emprunt public no. 85; BE 1987:221 (p. 309).  
[ ] IEry 28
1 [․․․]χ̣ρ̣ή̣ματά τε τῆι πόλ[ει — πολλῶν ἀ]-
[γαθ]ῶν παραίτιος ἐγενήθη π̣α̣[—]
[ναύ]αρχον Ἄλκιππον καὶ τοὺς τριηράρχ̣[ους τῶι τ]ε στ[ό]-
[λ]ωι παραπέμψαι καὶ βοιηθῆσαι τοῖς κατὰ τὴν χώραν ἐνο-
5 [χ]λουμένοις· ἐφ’ οἷς ὁ δῆμος οὐ μόνον τὸν ναύαρχον καὶ τ[οὺς]
τριηράρχους ἐτίμησεν, ἀλλὰ καὶ τῶν πληρωμάτων τὴν
[ἐ]νδεχομένην ἐπιμέλειαν ἐποιήσατο διὰ τὸ προθύμως α[ὐ]-
τοὺς ὑπακούσαντας πολλὰ καὶ μεγάλα χρησίμους γενέ[σ]-
θαι· ἐπί τε τὴν φυλακὴν τῆς χώρας τὴγ κατὰ θάλασσαν [ἀ]-
10 ποδειχθείς, καλῶς καὶ φιλοτίμως τὰ κατὰ τὴν χώραν δια[τη]-
ρήσας, καὶ τῆς τῶν ἐμπόρων ἀσφαλείας ἐπιμεληθεὶς πά[ν]-
των δαψίλειαν ἐποίησεν γενέσθαι·  ἔτι δὲ τάς τε ἄλλας
πρ̣εσβείας [ἐφ’] ἃς ἀπεδείχθη κα̣λῶς [κ]αὶ συμφερόντως τῶι
δήμωι διωικηκώς, καὶ τὴν πρ[ὸς] τοὺς βαρβάρους πρεσβεί-
15 αν ὑπομείνας ἕνεκε τοῦ τοὺ̣[ς] ὁμηρεύοντας τῶμ πολιτῶν̣
εἰς τὴν πόλιν παραγενέσθαι, οὐ μόνον τοὺς ὁμήρους κομισ[ά]-
μενος εἰς τὴν πόλιν ἤγαγεν ἀλλὰ καὶ τῶν πολιτῶν οὓς εἶ-
δεν ὄντας αἰχμαλώτους λυτρωσάμενος διέσωισεν·
ἀγορανόμος τε ἀποδειχθεὶς τήν τε ἄλλην ἀρχὴν ἦρξεν
20 [ί]σως καὶ δικαίως, καὶ σῖτον οὐχ ἱκανὸν ὁρῶν ὑπάρχοντα τῆι πό-
[λ]ει, τὸμ μὲν αὐτὸς μεταπεμψάμενος ἔδωκε τοῖς εἰσαγα-
[γ]οῦσι σιτηρέσιον, τὸν δὲ λοιπὸν ὅπως ἂν κατὰ τάχος εἰσ-
[α]χθῆι κηρύγματα ποιησάμενος, ἄτοκα χρήματα προϊέμε-
[ν]ος εἰς ὑποθήκην, ἐποίησε σίτου δαψίλειαν  ἐν τῆι πόλει
25 [γ]ενέσθαι· ὕστερόν τε διὰ τὴν σιτοδείαν οὐθενὸς εἰς τὴν
ἀ̣γορὰν ἐχφέρο[ντ]ος σῖτον, ὑπέσχετο τῶι δήμωι χρήμα-
τά τε δώσειν εἰς ὑποθήκην τοῖς ἀποδειχθησομένοις σ[ι]-
τώναις, καὶ τὸν ὑπάρχοντα αὐτῶι σῖτον εἰς τὴν τροφὴν
ἐξοίσειν εἰς τὴν ἀγοράν·  εἴς τε τὴν φυλακὴν τῆς πόλεως
30 καὶ τὴν ἄλλην διοίκησιν καὶ εἰς τὰ τῶι βασιλεῖ συμφέρον-
τα πολλάκις χρήμασιν εἰσευπορῶ[ν] ἀ̣προφασίστως οὐκ ὀλί-
γων ἀγαθῶν αἴτιος ἐγενήθη· ἐφ’ οἷς αὐτὸν ὁ δῆμος καὶ πρότε-
ρον πλεονάκις ἐτίμησεν καὶ τὰς δοθείσας αὐτῶι τιμὰς εἰς
στήλην ἀναγράψας εἰς τὴν ἀγορὰν ἀνέθη[κε]ν· διόπερ εὐχα-
35 ριστεῖν τῶι δήμωι βουλόμενος Πολύκριτος ἄ̣λλα τε πολλὰ
πάλιν χρήσιμος ἐγενήθη, καὶ τὸμ μέδιμνον τῶν πυρῶν
ὁρῶν διὰ τὴν σιτοδείαν πωλούμενον δραχμῶν ἑξήκοντα
καὶ πολλοὺς τῶν πολιτῶν θλιβομένους καὶ τοῖς ἀποδεδε[ι]-
γμένοις σιτώναις οὐ δυναμένων εἰς ὑποθήκηγ̣ χρημάτω[ν]
40 συναχθῆναι, ἐπηγγείλατο τῶι δήμωι πρ̣[ο]χρήσειν εἰς ὑποθή-
κην ἀτόκους δραχμὰς Ἀλεξανδρ[ε]ίας ἑξακισχιλίας· τοῦ τε
ναυάρχου τοῖς ἀφράκτοις τὴμ πρὸς τὸμ Βασιλέα Ἀντίοχον
πρεσβείαν παραπέμποντος καὶ τῶν ὀψωνίων τοῖς πλέου-
σιν ὑπολιπόντων διὰ τὸ πλείους αὐτοὺς ἡμέρας ὑπὸ χειμῶ-
45 νος πρὸς τῆι χώραι κατασχεθῆναι, καὶ τοῦ τε δήμου καὶ τῶν ἀ[ρ]-
χόντων διὰ τὴν ἐν τοῖς κοινοῖς ἀπορίαν παρακαλούντων ἕ-
κ̣αστον προχρῆσαι εἰς τὰ ὀψώνια, μόνος ὑπέσχετο τῶι δήμωι̣
τὰ χρήματα· ὅπως οὖν ὁ δῆμος φαίνηται το͂ις ἀγαθοῖς των ἀν-
δρῶν χάριτας ἀξίας ἀποδιδούς, τύχηι ἀγαθῆι, δεδόχθαι
50 τῆι βουλῇ και τῶι δήμωι· ἐπαινέσαι Πολύκριτον Ἰατροκλείου[ς]
καὶ στεφανῶσαι χρυσῶι στεφάνωι καὶ εἰκόνι χαλκῆι ἀρετῆς
[ἕν]εκε καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον, στῆσαι δὲ αὐτοῦ τὴ[ν]
[εἰκό]ν̣[α ἐ]ν τῆι ἀγορᾶι πρὸς τὴν στήλην, ἐν ἧι αἱ πρότερον αὐ[τοῦ]
[τιμαί εἰσιν ἀναγε]γραμμέναι καὶ τὰς δεδομένας αὐτῶι [τι]-
55 [μὰς ․․․․․12․․․․․]․ν̣ ο̣ἱ̣ ἀ̣γ̣ω̣[νοθέται]
Search Help