Honorary decree of boule and demos (of Erythrai) for
Polykritos Iatrokleous; c. 275/265 BC; found in metropolitan
church of city of Chios, prob. from Erythrai: Zolotas, Athena 20,
1908, 195-200, no. 6; Robert, BCH 57, 1933, plate 29 (PH); *IEry
28 (PH); Migeotte, L’emprunt public no. 85; BE 1987:221 (p. 309).
[ ]
IEry 28
1 | [․․․]χ̣ρ̣ή̣ματά τε τῆι πόλ[ει — πολλῶν ἀ]- |
[γαθ]ῶν παραίτιος ἐγενήθη π̣α̣[—] | |
[ναύ]αρχον Ἄλκιππον καὶ τοὺς τριηράρχ̣[ους τῶι τ]ε στ[ό]- | |
[λ]ωι παραπέμψαι καὶ βοιηθῆσαι τοῖς κατὰ τὴν χώραν ἐνο- | |
5 | [χ]λουμένοις· ἐφ’ οἷς ὁ δῆμος οὐ μόνον τὸν ναύαρχον καὶ τ[οὺς] |
τριηράρχους ἐτίμησεν, ἀλλὰ καὶ τῶν πληρωμάτων τὴν | |
[ἐ]νδεχομένην ἐπιμέλειαν ἐποιήσατο διὰ τὸ προθύμως α[ὐ]- | |
τοὺς ὑπακούσαντας πολλὰ καὶ μεγάλα χρησίμους γενέ[σ]- | |
θαι· ἐπί τε τὴν φυλακὴν τῆς χώρας τὴγ κατὰ θάλασσαν [ἀ]- | |
10 | ποδειχθείς, καλῶς καὶ φιλοτίμως τὰ κατὰ τὴν χώραν δια[τη]- |
ρήσας, καὶ τῆς τῶν ἐμπόρων ἀσφαλείας ἐπιμεληθεὶς πά[ν]- | |
των δαψίλειαν ἐποίησεν γενέσθαι· ἔτι δὲ τάς τε ἄλλας | |
πρ̣εσβείας [ἐφ’] ἃς ἀπεδείχθη κα̣λῶς [κ]αὶ συμφερόντως τῶι | |
δήμωι διωικηκώς, καὶ τὴν πρ[ὸς] τοὺς βαρβάρους πρεσβεί- | |
15 | αν ὑπομείνας ἕνεκε τοῦ τοὺ̣[ς] ὁμηρεύοντας τῶμ πολιτῶν̣ |
εἰς τὴν πόλιν παραγενέσθαι, οὐ μόνον τοὺς ὁμήρους κομισ[ά]- | |
μενος εἰς τὴν πόλιν ἤγαγεν ἀλλὰ καὶ τῶν πολιτῶν οὓς εἶ- | |
δεν ὄντας αἰχμαλώτους λυτρωσάμενος διέσωισεν· | |
ἀγορανόμος τε ἀποδειχθεὶς τήν τε ἄλλην ἀρχὴν ἦρξεν | |
20 | [ί]σως καὶ δικαίως, καὶ σῖτον οὐχ ἱκανὸν ὁρῶν ὑπάρχοντα τῆι πό- |
[λ]ει, τὸμ μὲν αὐτὸς μεταπεμψάμενος ἔδωκε τοῖς εἰσαγα- | |
[γ]οῦσι σιτηρέσιον, τὸν δὲ λοιπὸν ὅπως ἂν κατὰ τάχος εἰσ- | |
[α]χθῆι κηρύγματα ποιησάμενος, ἄτοκα χρήματα προϊέμε- | |
[ν]ος εἰς ὑποθήκην, ἐποίησε σίτου δαψίλειαν ἐν τῆι πόλει | |
25 | [γ]ενέσθαι· ὕστερόν τε διὰ τὴν σιτοδείαν οὐθενὸς εἰς τὴν |
ἀ̣γορὰν ἐχφέρο[ντ]ος σῖτον, ὑπέσχετο τῶι δήμωι χρήμα- | |
τά τε δώσειν εἰς ὑποθήκην τοῖς ἀποδειχθησομένοις σ[ι]- | |
τώναις, καὶ τὸν ὑπάρχοντα αὐτῶι σῖτον εἰς τὴν τροφὴν | |
ἐξοίσειν εἰς τὴν ἀγοράν· εἴς τε τὴν φυλακὴν τῆς πόλεως | |
30 | καὶ τὴν ἄλλην διοίκησιν καὶ εἰς τὰ τῶι βασιλεῖ συμφέρον- |
τα πολλάκις χρήμασιν εἰσευπορῶ[ν] ἀ̣προφασίστως οὐκ ὀλί- | |
γων ἀγαθῶν αἴτιος ἐγενήθη· ἐφ’ οἷς αὐτὸν ὁ δῆμος καὶ πρότε- | |
ρον πλεονάκις ἐτίμησεν καὶ τὰς δοθείσας αὐτῶι τιμὰς εἰς | |
στήλην ἀναγράψας εἰς τὴν ἀγορὰν ἀνέθη[κε]ν· διόπερ εὐχα- | |
35 | ριστεῖν τῶι δήμωι βουλόμενος Πολύκριτος ἄ̣λλα τε πολλὰ |
πάλιν χρήσιμος ἐγενήθη, καὶ τὸμ μέδιμνον τῶν πυρῶν | |
ὁρῶν διὰ τὴν σιτοδείαν πωλούμενον δραχμῶν ἑξήκοντα | |
καὶ πολλοὺς τῶν πολιτῶν θλιβομένους καὶ τοῖς ἀποδεδε[ι]- | |
γμένοις σιτώναις οὐ δυναμένων εἰς ὑποθήκηγ̣ χρημάτω[ν] | |
40 | συναχθῆναι, ἐπηγγείλατο τῶι δήμωι πρ̣[ο]χρήσειν εἰς ὑποθή- |
κην ἀτόκους δραχμὰς Ἀλεξανδρ[ε]ίας ἑξακισχιλίας· τοῦ τε | |
ναυάρχου τοῖς ἀφράκτοις τὴμ πρὸς τὸμ Βασιλέα Ἀντίοχον | |
πρεσβείαν παραπέμποντος καὶ τῶν ὀψωνίων τοῖς πλέου- | |
σιν ὑπολιπόντων διὰ τὸ πλείους αὐτοὺς ἡμέρας ὑπὸ χειμῶ- | |
45 | νος πρὸς τῆι χώραι κατασχεθῆναι, καὶ τοῦ τε δήμου καὶ τῶν ἀ[ρ]- |
χόντων διὰ τὴν ἐν τοῖς κοινοῖς ἀπορίαν παρακαλούντων ἕ- | |
κ̣αστον προχρῆσαι εἰς τὰ ὀψώνια, μόνος ὑπέσχετο τῶι δήμωι̣ | |
τὰ χρήματα· ὅπως οὖν ὁ δῆμος φαίνηται το͂ις ἀγαθοῖς των ἀν- | |
δρῶν χάριτας ἀξίας ἀποδιδούς, τύχηι ἀγαθῆι, δεδόχθαι | |
50 | τῆι βουλῇ και τῶι δήμωι· ἐπαινέσαι Πολύκριτον Ἰατροκλείου[ς] |
καὶ στεφανῶσαι χρυσῶι στεφάνωι καὶ εἰκόνι χαλκῆι ἀρετῆς | |
[ἕν]εκε καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον, στῆσαι δὲ αὐτοῦ τὴ[ν] | |
[εἰκό]ν̣[α ἐ]ν τῆι ἀγορᾶι πρὸς τὴν στήλην, ἐν ἧι αἱ πρότερον αὐ[τοῦ] | |
[τιμαί εἰσιν ἀναγε]γραμμέναι καὶ τὰς δεδομένας αὐτῶι [τι]- | |
55 | [μὰς ․․․․․12․․․․․]․ν̣ ο̣ἱ̣ ἀ̣γ̣ω̣[νοθέται] |