Honorary decree of boule and demos of Erythrai for Phanes
Mnesitheou, stoichedon; prob. 334/332 BC; found at Erythrai:
Fontrier, Mouseion 2, 2-3, 1876-8, 58, no. 139; Syll3 285; Maier
60 (PH); SEG 19, 696; *IEry 21 (PH); Migeotte, L’emprunt public
no. 84.
[ ]
IEry 21
1 | [ἔδ]οξ[ε]ν [τῆι] βουλῆι καὶ τῶι δήμωι· |
[πρυτάν]εων, στρατηγῶν, ἐξεταστῶ- | |
ν γ[νώ]μη· ἐπειδὴ Φανῆς Μνησιθέου | |
[ἀ]νὴ[ρ] ἀγαθὸς ὤν καὶ εὔνους διατε- | |
5 | [λ]εῖ εἰς τὸν δῆμον τὸν Ἐρυθραίων |
[π]ᾶσαν προθυμίαν ἐνδεικνύμενο- | |
[ς], χρήματά τε ἐσήν[ε]γκεν ἄτοκα κα- | |
[ὶ] εἰς τὴν ἔκπεμψι[ν τ]ῶν στρατιωτ- | |
[ῶν] καὶ τῆς ἀκροπόλεως τὴν κατα[σ]- | |
10 | [κα]φήν, δεδόχθαι τῆι [βο]υλῆι, στε[φ]- |
[α]νῶσαι Φανῆν Μνησιθέου χρυσῶι | |
[σ]τεφάνωι στατήρων Φιλιππείων | |
[π]εντήκοντα, καὶ ἀναγγεῖλαι τοῖ- | |
[ς] Διονυσίοις· ὅπως δὲ ἀναγγελθή- | |
15 | σεται, ἐπιμεληθῆναι Ζηνόδοτον |
τὸν ἀγωνοθέτην· δεδόσθαι δὲ αὐτ- | |
ῶι καὶ ἐμ πρυτανείωι σίτησιν· ἀν- | |
αγράψαι δὲ τὸ ψήφισμα τόδε εἰς σ- | |
τήλας δύο, καὶ θεῖναι μίαμ μἑν εἰ- | |
20 | ς τὸ Ἀθήναιον, μίαν δὲ εἰς τὸ Ἡράκ- |
λεον, ἵνα ἅπαντες εἰδῶσιν ὅτι ἐπ- | |
ίσταται ὁ δῆμος χάριτας ἀποδι[δ]- | |
όναι κατ’ ἀξίαν τῶν εἰς αὐτὸν εὐ[ε]- | |
ργετημάτων. |