Honorary decree of boule and demos [of Erythrai] for
Kallikrates Leagorou; II; first part in Smyrna, second part found
in Erythrai: Eupartides, Mouseion 1, 1873-5, p. 125, no. 42
(second part); Sakkelariou, Mouseion 3, 1876-8, p. 62, no. 147
(first part); Zolotas, Athena 20, 1908, 232-3, no. 42 (second
part); *IEry 114 (PH).
[ ]
IEry 114
a.1 | Καλλικράτου τοῦ Λεαγόρου |
[ἔδο]ξεν τῆι βουλῆι καὶ τῶι δήμωι· στρατηγῶν, πρυ- | |
[τάν]εων, ἐξεταστῶν γνώμη· ἐπειδὴ τοῦ δήμου προειρημέ- | |
[νου] καὶ τὰς εἰς τὸ π[ολι]τικὸν κρίσεις εἰσαγομένας διεξάγεσθα[ι] | |
5 | [καλ]ῶς καὶ δικαίως καὶ πεποημένου πρ[όνο]ιαν περὶ τῶν ἀποδεικνυ- |
[ομέ]νων δικαστῶν ἀν’ ἕκαστον ἔτος ἐν ταῖς ἀρχαιρεσίαις ἕνεκα | |
[το]ῦ διεξάγεσθαι τὰ συμβόλαια τοῖς ἰδιώταις ἐπιμελῶς καὶ | |
[τοῖ]ς νόμ[οι]ς ἀ[κ]ολούθως ἀποδειχθεὶς ὑπὸ τοῦ δήμου δικαστὴς ἐπὶ | |
[—]․․5․․ τῶν δικ[ῶν] κατὰ τὸ ἑξῆς καθ’ οὓς κ[α]θῆκον | |
10 | [ἦν χρόνους ἐποιήσατο διεξαγωγὴν Καλλικράτ]ης Λεαγόρου π[—] |
b.21 | [—]εσ̣σασ[—] |
π̣λ̣ασ[․․․․10․․․․]μένωι ἀνδρί· ἵνα δὲ καὶ ε̣[ἰς στήλην λιθίνην] | |
[ἀ]ναγρα[φ]ῆι τόδε τὸ ψήφισμα καὶ ἀνατεθῆι εἰς ὃν [ἂ]ν τόπο[ν ὁ] δ[ῆ]- | |
μ̣ος γνῶι, τοὺς μὲν πρυτάνεις παραθεῖναι τῶι δήμωι δι[αγν]ῶναι τόπ[ον] | |
25 | τῆι ἀναθέσει, τὸν δὲ γραμματέα τῆς βουλῆς ὑπογράψαι τὸν γνωσ- |
θέντα ὑπὸ τήνδε τὴν [γ]νώμην· ἀποδεῖξαι δὲ καὶ ἐπιστάτας [ἐπὶ] τὴν | |
ἀνάθεσιν ὅσους ἂν δόξη[ι· το]ὺς [δ]ὲ ἀποδειχθέντας τό τε ψήφισμα | |
τόδε καὶ τὸν στέφανον ἐ[γ]κολάψαντας εἰς στήλην | |
[ἀν]αθ[εῖ]ναι εἰς | |
30 | τὸν γνωσθησόμενον τόπον ὑπὸ τοῦ δήμου· τὸ δὲ ἐσόμενον εἰς ταῦ̣- |
τα δαπάνημα ὅθεν ὑπηρετηθήσεται, γράψαι τοὺς στρατηγήσο̣ντας | |
ἐπὶ ἱεροποιοῦ Χρυσογόνου τὴν δευτέραν τετράμηνον γράφον- | |
τας ἐν τῶι περὶ τῆς διοικήσεως ψηφίσματι· ταῦτα δ’ εἶναι εἰς φυ- | |
λακὴν τῆς πόλεως· ἔγνω ὁ δῆμος τόπον ἐν τ[ῆ]ι ἀγορᾶι ἑξῆς | |
τῆς στήλης τῆς Βατίττου τοῦ Ἀγαθοκλείους· ἐπιστάται | |
35 | ἀπεδείχθησαν Ἡρόδοτος Θερσε[ί]ους, Διονύσιος Διονυσο- |
δώρου. |