Honorary decree (of unknown city) for foreign judges
Diodotos Kleonymou et al. of Erythrai; IIb; found at Erythrai:
Christ, SB Akad. München 1866, 250-263, no. A; IG XII Suppl. 147;
*IEry 120; **BE 1973:375, p. 143 (ll. 10, 12).
[ ]
IEry 120
1 | γνώμη τοῦ δήμου· ἐπειδὴ ἀποστειλ[άντων] |
ἡμῶν δικασταγ̣[ω]γ̣ὸν Θεοφάνη Νε[— με]- | |
τὰ ψηφίσματος πρὸς τὸν δῆμον τὸν [Ἐρυθραί]- | |
ων ἀποστεῖλαι δικαστὰς δύο τοὺς κ[ρινοῦν]- | |
5 | τας τὰς δίκας ψήφῳ μετ’ ἀποφάσε[ως, ὁ δῆμος] |
ὁ Ἐρυθραίων ὑπάρχων ἡμῖν εὔνους κ[αὶ φίλος] | |
ἐκ παλαιῶν χρόνων ἐξαπέστειλεν δ[ικαστὰς μὲν] | |
Διόδοτον Κλεωνύμου, Μόνιμον Πόσε[ως, γραμμα]- | |
τέα δὲ Ἡράκλεον Πύρωνος, οἵτινες π[αραγενό]- | |
10 | μενοι εἰς τὴν πόλιν ἡμῶν διεδίκα[σαν τὰς ἐπι]- |
δοθείσας εἰς αὐτοὺς δίκας, ἃς δὲ [καὶ διέλυ]- | |
σαν ἴσως καὶ δικαίως· ἐπ<ε>ὶ οὖν διε[τελέσθη αὐ]- | |
τοῖς ὁ τῆς δικαστείας χρόνος, δ[εδόχθαι] | |
τῆι βουλῆι καὶ τῶι δήμωι, ἐπῃνῆσ[θαί τε τὸν] | |
15 | δῆμον τὸν Ἐρυθραίων ἐπὶ τῶι ἐξ[αποστεῖλαι] |
ἄνδρας καλοὺς καὶ ἀγαθούς, καὶ [στεφανῶσαι] | |
[τὸν μὲν δῆμον αὐτ]ῶν χρυσ[ῶι στεφάνωι.] |