Honorary decree of Tenedos for foreign judge Diodotos
[Kleo]nymou of Erythrai; IIb; found at Erythrai: Christ, SB Akad.
München 1866, 252-263, no. B; *IEry 121.
[ ]
IEry 121
1 | [ἔδοξε τᾷ βολλᾷ καὶ τῳ δάμῳ· ․․․8․․․․]ς εἶπεν· |
[ἐπεὶ —]α καὶ φιλάν[θρωπά ἐστι] τᾷ πόλε<ι> τᾷ Τενε- | |
[δίων πρὸς] τὸν δᾶ[μον τὸν Ἐρυθραίω]ν, καὶ ἀποσ- | |
[τέλλαν]τος τῶ δ[άμω πρεσβευτὰ]ν πρὸς Ἐρυθραί- | |
5 | [οις, ὅστι]ς ἀξιάσει αὐτο[ὶς καὶ] παρκαλεῖ φίλοις ἐόντας |
[τῷ δά]μῳ τῶν Τενεδίων ἀποστέλλαι δικασ- | |
[τὰν εἰ]ς Τένεδον, ὁ δᾶμος [ὁ] Ἐρυθραίων πολ- | |
[λὰν πρ]όνοιαν ποείμενος [τ]ᾶς πόλιος ἀπέστε[λ]- | |
[λε δικα]στὰν Διόδοτον [Κλεω]νύμω ἄνδρα κα- | |
10 | [λὸν καὶ] ἀγαθόν, ὅστις παραγενόμενος εἰς τὰ[μ] |
[πόλιν ἐ]δίκασε ταὶς δίκαις πάντεσσι ἴσως | |
[καὶ δικ]αίως, καὶ ὁ δᾶμος ἐψαφίσατο τιμᾶσα[ι] | |
[τὰμ πό]λιν τὰν Ἐρυθραίων τιμαῖς ταῖς κὰτ το[ὶς] | |
[νόμοις·] δεδόχθαι τᾷ βολλᾷ καὶ τῶι δάμωι· [ὅ]- | |
15 | [πως φαίν]ηται ὁ δᾶμος ὁ Τενεδίων διατη[ρέων] |
[τὰ ὑπάρ]χοντα ἑαυτῶι φιλάνθρωπα πρὸ[ς τὸν] | |
[δᾶμον τὸ]ν Ἐρυθραίων, ἐπαινῆσαι τὸν [δᾶμον τὸν] | |
[Ἐρυθραίων] ἀρετᾶς ἕνεκα καὶ εὐνοί[ας.] |