Honorary decree of demos of Antiocheia (Maiandr.) for foreign judges Theuphanes et al. from Erythrai; c. 200 BC; found at Erythrai: ADAW 1909, pp. 56-9, no. 13; *IEry 117 (PH).  
[ ] IEry 117
1 [δήμου γνώμ]η· ἐπειδὴ οἱ ἐξ Ἐρυθρῶν παραγενόμενο[ι]
[μετάπεμπτ]οι δικασταί, Θευφάνης Φανεῦ, Ἐχέδημος
[Δεινομένου, Ἐ]παμείνων Ζωπύρου τὴμ προσή[κου]σαν
[σπουδὴν ἐπ]οιήσαντο περὶ τῶν δικῶν καὶ τῶμ [παρ]α-
5 [γραφῶν καὶ τ]ῶν ὅρκων καὶ ἐφρόν[τισ]αν ὅπως πά̣[ντες οἱ ἐν]
[ταῖς φιλο]τιμίαις ὄντες τυχόντες τῶ[ν ἴσων ἐν ταῖς]
[κρίσεσιν κατὰ] μηθένα τρόπον ἐλαττωθῶσιν· ὅπ̣[ως οὖν]
[ὅ τε δῆμος] φαίνηται μνείαν ποιούμενος τῶμ φιλοπό-
[NWS KAI\ DIK]AI/WS KRINA/NTWN TA\S KRI/SEIS KAI\ A)CI/WS TH=S T[E]
10 [πατρίδος] τ̣ῆς ἀποστειλάσης αὐτοὺς καὶ τοῦ δήμου
[τοῦ μετα]πεμψαμένου, οἵ τε ἀπὸ τοῦ νῦν εἰς τὴν πόλιν
[ἡμῶν παρ]αγινόμενοι δικασταὶ εἰδότες τὰς προσηκού-
[σας τιμὰ]ς ὑπαρχούσας τοῖς ἀγαθοῖς ἀνδράσι προϊσ-
[τῶνται τ]ῶν δικαίων μετὰ πάσης σπουδῆς· δεδόχθαι
15 [τῶι δήμω]ι· ὑπάρχειν Θευφάνῃ, Ἐχεδήμωι, Ἐπαμείνονι Ἐρυ-
[θραίοις πολ]ιτείαν καὶ εὐεργεσίαν καὶ προεδρίαν ἐν τοῖς
[ἀγῶσι· στε]φανωθῆναι δὲ αὐτοὺς χρυσῶι στεφάνωι με-
[τ’ ἀναγορεύ]σεως ἐν τῶι ἀγῶνι τῶι συντελουμένωι τοῖς Δι̣-
[ονυσίοις, ἀ]ναγραφῆναι δὲ τὸ ψήφισμα τόδε εἰς στήλην λι-
20 [θίνην καὶ ἀ]νατεθῆναι τὴν στήλην ἐν τῶι ἱερῶι τοῦ Ἀπόλ-
[λωνος· τὴ]ν δὲ ἔγδοσιν τῆς στήλης καὶ τῆς ἀναγραφῆς
[τοῦ ψηφί]σ̣ματος ποιήσασθαι Διονύσιον τὸν ἐργοδότην·
[χειροτο]νηθῆναι δὲ καὶ πρεσβευτὴν ὃς ἀποίσει τὸ ψήφισμα
[εἰς τὴν] Ερυθραίωμ πόλιν καὶ ἀναγγελεῖ τῶι δήμωι ἐφ’οἷς οἱ
25 [δικασ]ταὶ τιμῶνται καὶ ἀξιώσει δοῦναι τόπον ἐν ὧι
[ἡ στήλ]η σταθήσεται ὑπὸ τοῦ Ἀντιοχέων δήμου, ἐν ἧι ἀνα-
[γραφή]σεται τὸ ἀντίγραφον τοῦ ψηφίσματος, καὶ τὴν στή-
[λην ἀ]ν̣αθήσει ἐν τῶι ἀποδειχθησομένῳ τόπωι· τὸ δὲ ἀνή-
[λωμα] τὸ εἰς τὰς στήλας καὶ τὴν ἀναγραφὴν τῶμ ψηφισ-
30 [μάτω]ν δοῦναι τοὺς πωλητὰς Διονυσίῳ τε τῶι ἐργοδότῃ
[καὶ τῶι αἱρε]θ̣ησομένωι πρεσβευτῇ ἀπὸ τῶν προσόδων τῶν̣
[μὴ εἰς ἄλλα ἀ]π̣οτεταγμένων καὶ περιεσομένων μετὰ τὰ προ-
[․․․7․․․· ὁμοίω]ς δὲ καὶ τὸ ἐσόμενον σιτηρέσιον τῶι πρεσ-
[βευτῆι ὃ ἂν δόξῃ τοῖ]ς̣ προέδροις· ᾑρέθη πρεσβευτὴς Γοργίας.
Search Help
Contact Us