Honorary decree of demos of Antiocheia (Maiandr.) for
foreign judges Theuphanes et al. from Erythrai; c. 200 BC; found
at Erythrai: ADAW 1909, pp. 56-9, no. 13; *IEry 117 (PH).
[ ]
IEry 117
1 | [δήμου γνώμ]η· ἐπειδὴ οἱ ἐξ Ἐρυθρῶν παραγενόμενο[ι] |
[μετάπεμπτ]οι δικασταί, Θευφάνης Φανεῦ, Ἐχέδημος | |
[Δεινομένου, Ἐ]παμείνων Ζωπύρου τὴμ προσή[κου]σαν | |
[σπουδὴν ἐπ]οιήσαντο περὶ τῶν δικῶν καὶ τῶμ [παρ]α- | |
5 | [γραφῶν καὶ τ]ῶν ὅρκων καὶ ἐφρόν[τισ]αν ὅπως πά̣[ντες οἱ ἐν] |
[ταῖς φιλο]τιμίαις ὄντες τυχόντες τῶ[ν ἴσων ἐν ταῖς] | |
[κρίσεσιν κατὰ] μηθένα τρόπον ἐλαττωθῶσιν· ὅπ̣[ως οὖν] | |
[ὅ τε δῆμος] φαίνηται μνείαν ποιούμενος τῶμ φιλοπό- | |
[νως καὶ δικ]αίως κρινάντων τὰς κρίσεις καὶ ἀξίως τῆς τ[ε] | |
10 | [πατρίδος] τ̣ῆς ἀποστειλάσης αὐτοὺς καὶ τοῦ δήμου |
[τοῦ μετα]πεμψαμένου, οἵ τε ἀπὸ τοῦ νῦν εἰς τὴν πόλιν | |
[ἡμῶν παρ]αγινόμενοι δικασταὶ εἰδότες τὰς προσηκού- | |
[σας τιμὰ]ς ὑπαρχούσας τοῖς ἀγαθοῖς ἀνδράσι προϊσ- | |
[τῶνται τ]ῶν δικαίων μετὰ πάσης σπουδῆς· δεδόχθαι | |
15 | [τῶι δήμω]ι· ὑπάρχειν Θευφάνῃ, Ἐχεδήμωι, Ἐπαμείνονι Ἐρυ- |
[θραίοις πολ]ιτείαν καὶ εὐεργεσίαν καὶ προεδρίαν ἐν τοῖς | |
[ἀγῶσι· στε]φανωθῆναι δὲ αὐτοὺς χρυσῶι στεφάνωι με- | |
[τ’ ἀναγορεύ]σεως ἐν τῶι ἀγῶνι τῶι συντελουμένωι τοῖς Δι̣- | |
[ονυσίοις, ἀ]ναγραφῆναι δὲ τὸ ψήφισμα τόδε εἰς στήλην λι- | |
20 | [θίνην καὶ ἀ]νατεθῆναι τὴν στήλην ἐν τῶι ἱερῶι τοῦ Ἀπόλ- |
[λωνος· τὴ]ν δὲ ἔγδοσιν τῆς στήλης καὶ τῆς ἀναγραφῆς | |
[τοῦ ψηφί]σ̣ματος ποιήσασθαι Διονύσιον τὸν ἐργοδότην· | |
[χειροτο]νηθῆναι δὲ καὶ πρεσβευτὴν ὃς ἀποίσει τὸ ψήφισμα | |
[εἰς τὴν] Ερυθραίωμ πόλιν καὶ ἀναγγελεῖ τῶι δήμωι ἐφ’οἷς οἱ | |
25 | [δικασ]ταὶ τιμῶνται καὶ ἀξιώσει δοῦναι τόπον ἐν ὧι |
[ἡ στήλ]η σταθήσεται ὑπὸ τοῦ Ἀντιοχέων δήμου, ἐν ἧι ἀνα- | |
[γραφή]σεται τὸ ἀντίγραφον τοῦ ψηφίσματος, καὶ τὴν στή- | |
[λην ἀ]ν̣αθήσει ἐν τῶι ἀποδειχθησομένῳ τόπωι· τὸ δὲ ἀνή- | |
[λωμα] τὸ εἰς τὰς στήλας καὶ τὴν ἀναγραφὴν τῶμ ψηφισ- | |
30 | [μάτω]ν δοῦναι τοὺς πωλητὰς Διονυσίῳ τε τῶι ἐργοδότῃ |
[καὶ τῶι αἱρε]θ̣ησομένωι πρεσβευτῇ ἀπὸ τῶν προσόδων τῶν̣ | |
[μὴ εἰς ἄλλα ἀ]π̣οτεταγμένων καὶ περιεσομένων μετὰ τὰ προ- | |
[․․․7․․․· ὁμοίω]ς δὲ καὶ τὸ ἐσόμενον σιτηρέσιον τῶι πρεσ- | |
[βευτῆι ὃ ἂν δόξῃ τοῖ]ς̣ προέδροις· ᾑρέθη πρεσβευτὴς Γοργίας. |