Inscription in elegiacs associated with statue of proconsul Theodoros, addressing archangel; 6; found at Ephesos: Anth. Pal. I 36; Grégoire, Rec. 1002; Bakhuizen van den Brink 126, no. 14; *IEph 1354.1.  
[ ] IEph 1354.1
1 ἴλαθι μορφωθεὶς ἀρχάγγελε· σὴ γὰρ ὀπωπὴ
ἄσκοπος, ἀλλὰ βροτῶν δῶμα πέλουσι τάδε·
ἔκ σεο γὰρ Θεόδωρος ἔχει ζωστῆρα μαγίστρου
καὶ δὶς ἀεθλεύει πρὸς θρόνον ἀνθυπάτων·
5 τῆς δ’ εὐγνωμοσύνης μάρτυς γραφίς· ὑμετέρην γὰρ
χρώμασι μιμηλὴν ἀντετύπωσε χάριν.
Search Help
Contact Us