Instructions of emperor for governors; 6; found at
Ephesos: Heberdey, JÖAI 10, 1907 Beibl. 68-69, no. A; Diehl, CRAI
1908, 207-213; Grégoire, Rec. 110; *IEph 39 (PH).
[ ]
IEph 39
0 | [—] |
αδ[․․c.7․․ χ]ρὴ τοίν̣υ̣ν̣ μ̣[ηδὲν] | |
ὑ[π]ε̣ναντίον ὑμᾶς τῶν νόμω[ν] | |
διαπράξασθ(αι), ἀλλὰ τοῖς μὲν δη- | |
μοσίοις ἀγρύπνως προσέχειν καὶ | |
5 | τοῖς περὶ τὸ δημόσιον εὐγνωμονοῦ- |
σιν πράως χρῆσθαι, τοὺς δὲ ἀγνω- | |
μονοῦντας εἰσπράττειν μετὰ τοῦ | |
προσήκοντος, μηδὲν ὑπὲρ τούτου | |
[κ]έρδος παντάπασιν ἀποφερομένους, | |
10 | ὡ̣ς τοὺς ὑποτελεῖς πανταχόθεν |
[ἀ]νεπερεάστους φυλάττεσθαι. χρὴ δ’ | |
ὑ̣μᾶς οὐδὲν ἧττον καὶ τοῖς δικα- | |
ζ̣ομένοις ἅπασιν τὸ ἴσον ται κ(αὶ) δίκ(αι)ον | |
[φ]υλάττειν, σὺν τάχει δὲ τούτους ἀπαλ- | |
15 | λ̣άττειν, βλέποντας πρὸς τοὺς |
[ν]όμ̣ους, ὡς μὴ καὶ δαπάναις κ(αὶ) χρό- | |
[ν]ο̣ις μακροῖς αὐτοὺς ἐπιτρίβεσθαι, ἐπεξειέν(αι) δὲ | |
[κα]ὶ τοῖς ἁμαρτάνουσιν καὶ πρὸς τὸν νό- | |
[μον] ἐπάγειν αὐτοῖς τὰς τιμωρίας κ(αὶ) πᾶ- | |
20 | [σα]ν δικ(αι)ωσύνην ἐπιδίκνυσθαι. τοὺς |
[γὰ]ρ οὕτως ἄρχοντάς τε καὶ διαγινομένους | |
[ἀμ]ο̣ιβῶν ἀξιώσωμεν, τοὺς δὲ τὰ ἐναν- | |
[τία] πράττοντας κ(αὶ) δημεύσει κ(αὶ) ἐξωρίᾳ | |
[ἐμπερ]ι̣β[α]λ<οῦ>μεν, πολλάκις δὲ καὶ τῶ[ν] | |
25 | [εἰς τὸ σῶμα βασάνω]ν τ[ε] κ(αὶ) τιμ[ω]ρι[ῶν —] |