Pastoral letter of [archiepiskopos] Hypatios to
Christians of Ephesos concerning burial of dead; AD 530/539;
found at Ephesos: Heberdey, AAWW 42, 1905, 95-96; Heberdey, JÖAI
8, 1905, 78-80; Grégoire, Rec. 108; Bakhuizen van den Brink
129-147, no. 18 (PH); FiE IV 1 no. 35 (PH); Guarducci, Epig.
Grec. IV 401-404, no. 9; Lessing & Oberleitner, Ephesos Abb. 162
(non vidi); *IEph 4135; SEG 32, 1133.
[ ]
IEph 4135
0 | ☩ |
☩ τοῖς κατὰ τὴν Ἐφεσίων πιστοῖς Ὑπάτιος | |
ὁ ἐλάχιστος ἐν Κυρίῳ χαίρειν. πᾶσαν | |
ὑπὲρ ἡμῶν ἑκουσίως ὑπομείνας ἀτρέπτως | |
κένωσιν Ἰησοῦς Χριστὸς ὁ θεὸς ἡμῶν "ἐτα- | |
5 | πείνωσεν ἑ[α]υτόν," ὥς φησιν ὁ θεῖος ἀπόσ- |
τολος, "ἄχρι θανάτου," [θ]ανάτου δὲ σταυροῦ, | |
καὶ μετὰ τὸν ζωοποιὸν αὐτοῦ σταυρὸν καὶ | |
θάνατον, ὡς ἡ τῶν εὐαγγελίων ὑφηγεῖ- | |
ται παράδοσις, ὑπὲρ ἀφάτου φιλανθρω- | |
10 | πείας γυμνὸς καὶ ἄταφος ἀποριπτεῖται |
καὶ πρὸς τοῦ Ἰωσὴφ κηδεύεται καὶ ἐν τῷ μνη- | |
μείῳ τῷ ἐκείνου τίθεται μέχρι τούτου κατὰ | |
πάντα ἡμῖν τοῖς ταπεινοῖς ὁμοιωθεὶς "χωρὶς | |
ἁμαρτίας." εἴ τις οὖν ἐπιμελησείη τὴν ὁσίαν | |
15 | ταύτην θεραπείαν τε καὶ τιμὴν ἐπὶ τοῖς |
προαναπαυσαμένοις ἡμῶν ἀδελφοῖς, γι- | |
νωσκέτω ταῦτα περὶ τὸν Κύριον ποιῶν· καὶ | |
γὰρ καὶ ἡ ἁγιωτάτη ἡμῶν ἐκκλησία τῆς πα- | |
ναγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρ- | |
20 | θένου <⁶⁸☩>⁶⁸ Μαρίας καὶ τῆς τιμίας αὐτῶν ἐκφορᾶς |
προενόησεν καὶ τοὺς εἰς τοῦτο διακονου- | |
μένους εὐαγεῖς δεκανοὺς καὶ τὰς εὐλα- | |
βεστάτας κανονικὰς παραμύθειαν ἔχειν | |
ἐκ τῶν ἑαυτῆς διετύπωσεν πραγμάτων, | |
25 | ὡς μηδενὶ περιληφθῆναι φιλαργυρίας Ἰου- |
δαϊκῆς πρόφασιν· καὶ εἴ τις ἀπὸ τοῦ νῦν | |
ὑπὲρ ἐκκομιδῆς τι λάβοι παρά τινος {λαβοι} | |
{πα} ἢ δῷ τινι τῶν ἐκκομιζόντων {περι} | |
ἢ περιφρονήσοι τῆς αὐτῶν τιμίας ἐκκο- | |
30 | μιδῆς ἢ τοιοῦτό τι γεγονὸς μαθὼν μὴ |
προσαγγείλῃ, πρῶτον μὲν ἴστω τὴν τοιαύ- | |
την ἀσέβειαν εἰς αὐτὸ τὸ τοῦ κυρίου σῶμα | |
τολμήσας, ἔπειτα καὶ ἡμῶν καὶ πασῶν | |
τῶν ἁγιωτάτων ἡμῶν ἐκκλησιῶν | |
35 | ἀλλότριος ἔσται ☩. |