Apocryphal letter of Abgar to Jesus; 5/6; found at
Ephesos: Heberdey, AAWW 37, 1900, 38; Heberdey, JÖAI 3, 1900
Beibl. 90-95; von Dobschütz, Zs. f. wiss. Theol. 43, 1900,
423-426; Grégoire, Rec. 109, ll. 1-6; *IEph 46, ll. 1-6 (PH) and
Add. p. 4.
[ ]
IEph 46.1-6 + Add. p. 4
1 | Αὔγαρος Οὐκάμα τοπά[ρ]χης Ἰησοῦ ἀγαθῷ σωτῆρι ἀναφανέντι ἐν πόλι Ἱεροσολύμων χέριν. ἤκουστέ μοι τὰ περὶ σοῦ καὶ τῶν σῶν ἰαμάτων, ὡς ἄνευ |
φαρμάκων καὶ βωτανῶν ὑπ[ὸ σ]ο̣ῦ γινομένων τυφλοὺς ἀναβλέπιν ποιεῖς, χωλοὺς πε[ρι]πατῖν, λεπροὺς καθαρίζις καὶ ἀκάθαρτα πνεύματα καὶ δέμονας ἐκβάλλις | |
καὶ τοὺς μὲν μακρονοσ[ίᾳ] βασανιζομένους θεραπεύει<ς> καὶ νεκροὺς ἐγίρις, [κ]αὶ ταῦτα πάντα ἀκούσας περὶ σοῦ κατὰ νοῦν ἐθέμην τὸ ἕτερον τῶν δύο, | |
ἢ ὅτι σοὶ εἶ ὁ υἱ(ὸ)ς τοῦ θ(εο)ῦ καὶ καταβὰς ἐκ τοῦ οὐρανοῦ ποιεῖς ταῦτα ἢ ὅτι σοὶ εἶ ὁ θ(εὸ)[ς] καὶ καταβὰς ἐκ τοῦ οὐρανοῦ ποιεῖς ταῦτα. διὰ τοῦτο γράψας | |
5 | ἐθεήθην σου σκυλῆναι πρός με καὶ τὸ πάθος, ὃ ἔχω, θεραπεῦσαι· ἤκουστέ μοι γά[ρ, ὅ]τι οἱ Ἰουδε͂οι καταγογγύζουσίν σου καὶ βούλονται κακῶσέ σαι· πόλις δέ μ[οί] |
ἐστιν μικροτάτη καὶ σεμνή, ἥτις ἐξαρκεῖ ἀμφοτέροις. | |
τὰ ἀντιγραφέντα παρὰ τοῦ δεσπότου διὰ Ἀνανίου ταχοδρόμου. |