Funerary inscription for M(arcus) Pom(peius) Boron, iatros, and wife Ulpia Neike, with penalty for violating grave; Roman; found at Ephesos: Wood, App. 7, no. 7; Kubińska, Mon. fun. 77; *IEph 2304.  
[ ] IEph 2304
1 αὕτη ἡ σορός ἐστιν καὶ ὁ ὑποκείμενος βωμὸς Μ(άρκου) Πομ(πηΐου) Βόρωνος ἰατροῦ φιλοσεβάστου· ζῇ·
καὶ Οὐλπίας Νείκης γυναικὸς αὐτοῦ· ζῇ·
εἰς τὴν ἑτέρῳ οὐδενὶ ἐξέσται βληθῆναι· ἐὰν δέ τις ἕτερον βάλῃ πτῶμα,
γράμμα ἐκκόψῃ, ἢ πωλήσῃ, μὴ ἐνπλήσθοιτο μήτε βίου μήτε τέκ-
5 νων μήτε σώματος μήτε ὁ πωλήσας μήτε ὁ ἀγοράσας.
τῆς σοροῦ κήδονται τὸ συνέδριον, οἱ ἐν Ἐφέσῳ ἀπὸ τοῦ Μουσείου ἰατροί, οἷς καθιερωσάτην εἰς κλῆρον μ(υριάδας) δʹ κ(αὶ) 𐆖 χʹ.
Search Help
Contact Us