Funerary inscription by [Paul]eina for self and family; Roman; found at Ephesos: *IEph 2299B.1.  
[ ] IEph 2299B.1
1 [ταύτην τ]ὴν σορὸν ἐ[ποίησεν ἑαυτῇ —]
[— Παυλ]εῖνα· ζῇ· καὶ Φλαουίᾳ ․[—]
[— καὶ Φ]λ̣αουίῳ Τυράννῳ τῷ ἀνδρί·
οὐδενὶ δὲ <⁶⁸ἐξέσ>⁶⁸ται πωλῆσαι τοῦτο τὸ μνημεῖον ἢ τὰς ἐπι-
5 κειμένας vacat σοροὺς ἢ εἰσενεχθῆναι ἢ τεθῆναι εἰς αὐτὸ
ἢ εἰς τὰς σοροὺς βληθῆναι· ὁμοίως οὐδενὶ ἐξέσται τῶν κειμένων τινὰ
μεταθεῖναι ἢ βαστάσαι ἢ μετεπιγράψαι τι τῶν ἐπιγεγραμμένων ἢ ἕτερόν τι προσγράψαι
ἢ ἐκκόψαι ἢ ποιῆσαί τι ὑπεναντίον τοῖς ἐνκεχαραγμένοις· εἰ δὲ μή, ὁ τολμήσας τι
παρὰ τὰ προγεγραμμένα ἢ ποιήσα<ς> τι ὑπεναντίον τούτοις ❦
10 ἀποδώσει τῇ Ἐφεσίων βουλῇ δην(άρια) μ(ύρια) ͵α ͵βφʹ
καὶ τῇ Ἐφεσίων γερουσίᾳ δην(άρια) μ(ύρια) ͵α͵βφʹ
ἐξουσίας οὔσης παντὶ τῷ
βουλομένῳ ἄγειν περὶ τού-
του.
Search Help
Contact Us