Funerary inscription for Aur(elius) Neikon artokopos and family, with penalty for violating grave; 3?; found at Ephesos: Robert, Gladiateurs 202; *IEph 2226.  
[ ] IEph 2226
1 αὕτη ἡ σορός ἐστιν Αὐρ(ηλίου) Νείκωνος ἀρτοκόπου καὶ γυναικὸς αὐτοῦ Αὐρ(ηλίας) Ἐπικρατείης· ἐν ᾗ σορῷ οὐδενὶ
ἔξεσ<τ>ι βληθῆναι, εἰ μὴ μόνοις τοῖς προγεγραμμένοις· εἰ δέ τις θελήσει πτῶμα ἐπιβάλαι ἢ γράμματα ἐκκόψαι,
δώσει τῇ φιλοπλίᾳ Φιλοβηδίων 𐆖 μ(υ)ρ(ίας) ῥωμανηιτὰς? καὶ τῇ φιλοπλίᾳ ἱεροῦ μακέλου τὰς αὐτὰς 𐆖 μ(υ)ρ(ίας) ῥωμανηστάς?·
ζῶσιν.
Search Help
Contact Us