Funerary inscription in elegiacs for Eucharistos Amerimnou; imperial; found at Ephesos: JÖAI 52, 51, no. 96; *IEph 2102.  
[ ] IEph 2102
1 ❦ θ(εοῖς?) vacat κρ(ατίστοις?)·
θαυμάζις, παρο-
δῖτα, τὸν ἐνθάδε κί-
μενον ἥρω· τίς πόθεν
5 εἶς ἀνδρῶν, πόθι τοι
πόλις ἠδὲ τοκῆες;  Εὐ-
χάριστός ἐστ’ ὁ θανών,
[ἐξ Ἐφέσου] πόλεως· τού-
[τ]ου γεννήτωρ Ἀμέριμνος,
10 ἡ δὲ τεκοῦσα Ἐπικαρπί-
α· οὗτος κοσμήσας συν-
ομαίμονας ἠδὲ τοκῆας ❦
ᾤχετο πρὸς φθιμένους,
παῖς νέος ὢν ἄκακος.
15 Λ(εύκιος) Αἴλιος Φίλων ἐποίει.
μ(νήμης) vacat χ(άριν).
ἔζη ἔτη ιβʹ, μῆ(νας) αʹ
ἡμ(έρας) ιαʹ· χαῖρε, ὑγίαινε.
Search Help