Prayer to Hestia in hexameters and elegiacs, by prytanis Tullia; c. AD 170; found at Ephesos: Knibbe, JÖAI 47, 1964 Beibl. 37-41, no. 18 (PH); Merkelbach, ZPE 9, 1972, 76; FiE IX 1 no. F4 (PH); *IEph 1063.  
[ ] IEph 1063
1 Ἱστίη πρέσβα θεῶν πυρὸς ἀθανάτου μεδέουσα,
οὗ μέρος ἀϊθαλὲς δῶκε πόληϊ νέμειν
Ζὴν ὕπατος, δῴητε θεοὶ προγενέστεροι ἄλλων
Τυλλίᾳ{ν}, ὡς ἄχραντον ἐν ὑμετέροισι δόμοισιν
5 ἤνυσε προστασίην, οὕτως δῴητε τέκνα αὐτῇ,
εἴκελα πάντα αὐτῇ, καὶ νόον οἷον ἔχει·
αὐτῇ ταῦτ’ αιτῶ δόμεναι χάριν ἀχράντοιο
σωφροσύνης σοφίης τε, βροτοὺς ὅτι καίνυθ’ ἅπαντας
τούτοις, τούς τε πάλαι τούς τ’ ἐγγεγαῶτας ἅμ’ ἡμεῖν.
Search Help
Contact Us