Prayer to Hestia in hexameters and elegiacs, by prytanis
Tullia; c. AD 170; found at Ephesos: Knibbe, JÖAI 47, 1964 Beibl.
37-41, no. 18 (PH); Merkelbach, ZPE 9, 1972, 76; FiE IX 1 no. F4
(PH); *IEph 1063.
[ ]
IEph 1063
1 | Ἱστίη πρέσβα θεῶν πυρὸς ἀθανάτου μεδέουσα, |
οὗ μέρος ἀϊθαλὲς δῶκε πόληϊ νέμειν | |
Ζὴν ὕπατος, δῴητε θεοὶ προγενέστεροι ἄλλων | |
Τυλλίᾳ{ν}, ὡς ἄχραντον ἐν ὑμετέροισι δόμοισιν | |
5 | ἤνυσε προστασίην, οὕτως δῴητε τέκνα αὐτῇ, |
εἴκελα πάντα αὐτῇ, καὶ νόον οἷον ἔχει· | |
αὐτῇ ταῦτ’ αιτῶ δόμεναι χάριν ἀχράντοιο | |
σωφροσύνης σοφίης τε, βροτοὺς ὅτι καίνυθ’ ἅπαντας | |
τούτοις, τούς τε πάλαι τούς τ’ ἐγγεγαῶτας ἅμ’ ἡμεῖν. |