Two inscriptions in elegiacs in praise of Hestia, by
prytanis Claudia Trophime; AD 92/93; found at Ephesos: Miltner &
Gschnitzer, JÖAI 43, 1956 Beibl. 27-30; SEG 16, 721; FiE IX 1 no.
F1; Engelmann, ZPE 36, 1979, 90; Merkelbach, ZPE 37, 1980, 90-91;
SEG 29, 1112; *IEph 1062; SEG 37, 891.
[ ]
IEph 1062
1 | Κλαυδία Τροφίμη ἱερῆ ἡ πρύτανις Ἑστίῃ ἔπαινον ἔγραψε· |
αὕτα καὶ μακάρεσσιν ἐπήρκεσ’ ἐν εὐφροσύναισιν, | |
αὕτη καὶ θαλερὸν φῶς κατέχει πατρίδος· | |
ἁδυτάτα δαῖμον, κόσμου θάλος, ἀέναον φῶς | |
5 | ἃ κατέχεις βωμοῖς δαλὸν ἀπ’ οὐρανόθεν. |
ἡ αὐτὴ πρύτανις ἔγραψε· | |
κλεψιποτεῖ Πείων τὸν ὑπ’ ἠέρος ὄμβρον ἐν αὐτῷ | |
χωρῶν εἰς λαγόνας πρὸς πελάγους μέγεθος· | |
πῶς δέ τις ἄν σε φράσειε, θεόκτιτον ἃ κατέχεις φῶς, | |
10 | σώζουσ’ ἐν σεαυτῇ λείψανον εὐμετρίης; |