Two inscriptions in elegiacs in praise of Hestia, by prytanis Claudia Trophime; AD 92/93; found at Ephesos: Miltner & Gschnitzer, JÖAI 43, 1956 Beibl. 27-30; SEG 16, 721; FiE IX 1 no. F1; Engelmann, ZPE 36, 1979, 90; Merkelbach, ZPE 37, 1980, 90-91; SEG 29, 1112; *IEph 1062; SEG 37, 891.  
[ ] IEph 1062
1 Κλαυδία Τροφίμη ἱερῆ ἡ πρύτανις Ἑστίῃ ἔπαινον ἔγραψε·
αὕτα καὶ μακάρεσσιν ἐπήρκεσ’ ἐν εὐφροσύναισιν,
αὕτη καὶ θαλερὸν φῶς κατέχει πατρίδος·
ἁδυτάτα δαῖμον, κόσμου θάλος, ἀέναον φῶς
5 ἃ κατέχεις βωμοῖς δαλὸν ἀπ’ οὐρανόθεν.
ἡ αὐτὴ πρύτανις ἔγραψε·
κλεψιποτεῖ Πείων τὸν ὑπ’ ἠέρος ὄμβρον ἐν αὐτῷ
χωρῶν εἰς λαγόνας πρὸς πελάγους μέγεθος·
πῶς δέ τις ἄν σε φράσειε, θεόκτιτον ἃ κατέχεις φῶς,
10 σώζουσ’ ἐν σεαυτῇ λείψανον εὐμετρίης;
Search Help
Contact Us