Lease on public land formerly belonging to son of
Kleitophon, with boundaries; c. 290 BC; found at Ephesos:
Benndorf, Fs. Kiepert 250-257; Benndorf, JÖAI 2, 1899 Beibl.
15-36; Michel 1353; SGDI III 2 no. 5597; FiE I pp. 17-18; Syll43
936 note and 1182; Schwyzer, DGEEP 709; Maier I 71; *IEph 3 (PH).
[ ]
IEph 3
1 | [—]επ̣ω̣[—]λ̣ο̣[—]ν. |
[μισθ]οῦμεν τὴ[ν γῆν δ]ημ[οσί]αν, ἥτις ἦν τῶν παίδων τῶν Κλει[το]- | |
[φῶ]ντος, καθ’ ἅσσα ἐν[έμοντ]ο. ἐξαιρούμεθα παρὰ θάλασσαν ὁδὸν πόδας | |
[ε]ἴ̣κοσι ἀποτέμνοντες ἀπὸ̣ τῆς γῆς, πλάτος πόδας εἴκοσι εἰς τὸ τεῖχος διὰ | |
5 | τῆς γῆς Κλειτ[ο]φ̣ῶ̣[ν]τος, καὶ παραστάσεις τῶι τείχει, ἐκ τῆς μ̣ὲν ἔ̣σω μοί- |
ρης πόδας τεσσε[ρ]άκοντα, ἐκ τῆς δὲ ἔξω πόδας πεντήκοντα, καὶ κατὰ | |
τῶν πύργων τὰς ἐχθέσεις πόδας πεντήκοντα, καὶ τὸν Ἀστυάγου πάγον, | |
ὡς ὁ στεφὼν περιφέρει κύκλωι, πάντα ἐξαιρεύμεθα, καὶ ἐὰν τεῖχος δέ- | |
μωμεν ἀπὸ τοῦ πύργου τοῦ Ἀστυάγου πάγου τὸ κατὰ τὸ Ἕρμαιον καὶ | |
10 | ἀνακάμπτωμεν ἄνω, ὅσα διὰ τῆς γῆς ταύτης, τὰς παραστάσεις τῶι |
τείχει κατὰ τὰ προειρημένα. λαψόμεθα δὲ λατόμια̣, ὅσ̣α ἔνεστιν | |
ἐν τῆι γῆι ταύτηι, ἢ σκληρὰ ἢ πώρινα. χρησόμεθα εἰς τὰ ἔργα καὶ ὁδοῦ, | |
ὥστε προσάγειν τοὺς λίθους πρὸς τὰ ἔργα, καὶ ὕδατο̣ς. τοὺς ἐργώνας | |
ἐν τῆι γῆι ἐναυλίζεσθαι οὐ κωλύ[σε]ι, μέχρι̣[ς ἂ]ν̣ τελε̣[ι]ω[θῆι τ]ὰ̣ ἔργα. |