| 1 | [․․․ τῆ]ς πρυτα[νείας· τῶν προέδρων ἐπεψ]- |
| [ήφιζεν ․․․․]κράτη[ς ․․․․․․15․․․․․․․] | |
| [․․․․9․․․․ Π]οτάμιος ε[ἶπεν· περὶ ὧν ἔδο]- | |
| [ξε Ἀσκληπιό]δωρος [Πο]λυ․․․․․12․․․․․ | |
| 5 | [․․ ἐν τεῖ βο]υλεῖ ἔννομα ἱ[κετεύειν· v ἐψ]- |
| [ηφίσθαι] τῶι δήμωι· ἐπειδὴ [Ἀσκ]ληπι[όδω]- | |
| [ρος ἀνὴρ] ἀγαθὸς ἐγένετο μ[αχό]μενος π[ρ]- | |
| [ὸς τοὺς] πολεμίους π[λέω]ν ἐ[πὶ] τῆς τριήρ- | |
| [ους τῆς] Χάρητος τοῦ Αἰξων[έω]ς, ἐπαινέ[σ]- | |
| 10 | [αι αὐτὸ]ν καὶ στεφανῶσαι θα[λ]λοῦ στεφ[ά]- |
| [νωι ἀν]δραγαθίας ἕνεκα καὶ καλέσαι ἐ[π]- | |
| [ὶ ξένι]α εἰς τὸ πρυτανεῖον εἰς αὔριον· [ε]- | |
| [ἶν]αι δὲ αὐτῶι καὶ ἰσοτέλειαν καὶ ἐκγ[ό]- | |
| νοις οἰκοῦντι Ἀθήνησιν καθάπερ τοῖ[ς] | |
| 15 | ἄλλοις ἰσοτελέσιν, ὅπως ἂν εἰ[δ]ῶσιν π[ά]- |
| ντες ὅσοι ἂν στρατεύωνται μετ’ Ἀθηνα[ί]- | |
| [ω]ν ὅτι τιμᾶι ὁ δῆμος τοὺς ἄνδρας τοὺς [ἀ]- | |
| [γ]αθούς· τὸ δὲ ψήφισμα τόδε ἀναγράψας [ὁ] | |
| [γρ]αμματεὺς ἐν στήλει λιθίνει στησά[τ]- | |
| 20 | [ω] ἐν ἀκ[ροπό]λει· εἰς δὲ τὴν ἀναγραφὴν δ[ό]- |
| [τ]ω ὁ τα[μίας] τοῦ δήμου εἴκοσι δραχμὰς [ἐ]- | |
| [κ] τῶν κ[ατὰ ψ]ηφίσματα ἀναλισκομένων [τ]- | |
| [ῶ]ι δήμωι· v Κηφισοφῶν Καλλιβίου Παια[ν]- | |
| [ιε]ὺς εἶπεν· τὰ μὲν ἄλλα καθάπερ τεῖ βο[υ]- | |
| 25 | [λεῖ· ἐπειδὴ δὲ Ἀ]σκληπιόδωρος ἀνὴρ ἀγ[α]- |
| [θός — — — — — — — — — — — — — — —]ονα․․․ |
IG II²
276