Honorary inscription for T(itus) Flavius Damianus, on statue-base; AD 166; found at Ephesos: Heberdey, JÖAI 15, 1912 Beibl. 164-165; AnnEpig 1913, 170; *IEph 672.  
[ ] IEph 672
1 Τ̣(ίτον) Φλάουιον Δαμιανόν̣,
γραμματεύσαντα ἐ[πι]-
φανῶς καὶ μετρήσαν̣[τα]
μυριάδας μεδίμνων [εἴ]-
5 κοσι καὶ χειλίους δια[κοσί]-
ους μησὶν δεκατρισὶν [ὅ]-
λοις καὶ ὑποδεξάμενο[ν ἐν]
τούτοις στρατόπεδα τὰ ἀπὸ τ̣[ῆς]
κατὰ Πάρθων νείκης ὑποστ̣[ρέ]-
10 φοντα καὶ πανηγυριαρχήσ[αν]-
τα κατὰ τὸ αὐτὸ τῶν μεγάλω[ν Ἐ]-
φεσήων ἐκτενῶς καὶ ἔργον ὑπο̣-
σχόμενον ἐν τῷ αὐτῷ ἐνιαυτῷ οἶ-
κον ἐν τῷ Οὐαρίῳ βαλανείῳ μ[ε]-
15 τὰ οἰκοδομῆς καὶ παντὸς κόσ-
μου καὶ μυριάδας ποιήσαντα
περισσὰς ἐκ τῶν προσόδων τῆς
ἰδίας γραμματείας τῇ πόλει
δεκαδύο καὶ ἑπτακισχείλια ὀ-
20 κτακόσια δεκαέξ.
ἀναστησάντων τὴν τειμὴν
παρ’ αὐτῶν τῶν ἐν τῇ ἀγορᾷ
ἀνδρὸς τοῦ κατὰ πάντα
ἀσυνκρίτου.
Search Help
Contact Us