Honorary inscription for [Vedia ... , priestess] of
Ar[t]emis, by father Vedius Serv(ilius) Gaius, on base; c. 3m;
found at Ephesos: FiE III no. 72 (PH); *IEph 3072; SEG 32, 1131.
[ ]
IEph 3072
0 | [Οὐηδίαν — ἱερείαν τῆς] |
[ἁγι]ωτάτης Ἀρ[τ]έμιδο[ς, θυγατ]έρ[α] | |
Οὐηδίου Σερβ(ιλίου) Γαΐου φιλοσεβάστο[υ] | |
ἱππικοῦ, ἐκγόνην Οὐηδίου Γαΐου | |
Σαβεινιανοῦ φιλοσεβ(άστου) ἀρχιερέως | |
5 | υἱοῦ Λουκίου, καὶ ἀρχιερέως Ἀσίας, |
ἐκγόνου Διονυσίου, δικασάντων δίκ[ας] | |
τόπῳ ἀνθυπάτου Οὐιβίου Βάσσου | |
καὶ Οὐλπίας Σερβ(ιλίας) Βασσίλλης ματρώνης | |
στολάτης, θυγατρὸς ἱερείας Βασσίλλης | |
10 | τῆς κ(αὶ) Ἀνδρο[νεί]κης καὶ ἐγγόνης πρυτάνεως |
Σερβειλίου [Μ]ενάνδρου καὶ Ἀντ(ωνίου) Σαλβίου | |
φιλοσεβ(άστου) γραμματέως τοῦ δήμου καὶ | |
ἀγωνοθέτου τῶν μεγάλων οἰκου- | |
μενικῶν Ἐφεσήων, προεκγόνην | |
15 | Οὐηδ(ίας) Ἰούστης ἱερείας καὶ κοσμητίρας |
καὶ πρυτάνεως καὶ Ἀντ(ωνίας) Φρουγίλλης | |
πρυτάνεως, ἀπογόνην Οὐηδ(ίου) Γαΐου | |
φιλοσεβ(άστου) γραμματέως τοῦ δήμου | |
μόνου, ὑποδεξαμένου ἐν τῇ γραμμα- | |
20 | τείᾳ βασιλέα Λούκιον θεὸν Σεβαστόν, |
προθείων Κλ(αυδίου) Ζήνωνος ἀσιάρχου ναῶν | |
τῶν ἐνθάδε καὶ Κλ(αυδίου) Σαλβίου ἀσιάρχου ναῶν | |
τῶν ἐν Ζμύρνῃ, γένους οὖσαν πᾶσιν | |
βαθμοῖς πολλῶν πρυτάνεων καὶ γραμμα- | |
25 | τέων μόνων καὶ ἐν ταῖς εʹ μητροπόλεσιν |
ἀρχιερασαμένου καὶ τῆς βασιλείας τῶν | |
Ἰώνων, καὶ συνκλητικῶν καὶ ὑπατικῶν, | |
τὰς νομὰς πᾶσιν τοῖς συνεδρίοις παρα- | |
σχοῦσαν καὶ πληρώσασαν τὰ μυστήρια | |
30 | διὰ τοῦ πατρὸς Γαΐου τοῦ γένους ἀξίως |
ὁ πατὴρ τὴν ποθεινοτάτην | |
θυγατέρα. |