Honorary/funerary inscription for Laevia Paulla by demos
and boule (of Ephesos); 1m; found at Ephesos: Gottwald, Mitt. d.
Ver. klass. Philol. in Wien 10, 1933, 121, no. A (PH); *IEph
614B.
[ ]
IEph 614B
1 | ὁ δῆμος |
Μᾶρκον Ἀντώνιον | |
Ἄλβον | |
καὶ Λαιουίαν | |
5 | Παῦλλαν. |
ἐπὶ πρυτάνεως Διονυσίου τοῦ Με- | |
νάνδρου τοῦ Ποσιδωνίου, μη(νὸς) Νεοκαι- | |
σαρεῶνος ϛʹ ἀ(πιόντος)· ἐπὶ μετήλλαχε τὸν βίον | |
Λαιβία Λευκίου θυγάτηρ Παῦλα ἡ γυνὴ | |
10 | Μάρκου Ἀντωνίου Ἄλβου, ἀνδρὸς διηνε- |
κῶς ἐνδεικνυμένου τὸ περὶ τὴν πόλιν | |
σπουδαῖον ἐν τοῖς ἱεροῖς καὶ δημοσίοις | |
ἀγῶσι, ἡ βουλὴ ἐπαχθῶς ἐνένκασα ἔκρει- | |
νεν ἐκκομισθῆναι μὲν αὐτὴν ὡς ἂν | |
15 | Ἄλβος ὁ ἀνὴρ αὐτῆς βούληται καὶ ἀναγορευ- |
θῆναι ὑπὸ τοῦ κήρυκος ἐπὶ τῆς ἐκκομιδῆς· | |
"ἡ βουλὴ καὶ ὁ δῆμος στεφανοῖ Λαιβίαν Λευκί- | |
ου θυγατέρα Παῦλαν σώφρονα καὶ κόσμιον | |
ζήσασαν βίον"· ταφῆναί τε αὐτὴν ἐν τοῖς | |
20 | ὑπάρχουσιν Ἄλβῳ ὑπὲρ τὴν ἄκραν χωρίοις. |
δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ φιλο- | |
σεβάστοις γενέσθαι καθότι προγέγρα- | |
πται. |