Honorary inscription for Publius [Qu]intilius Valens Varius, mentioning building activity; AD 117/138; found at Ephesos: *IEph 712B.  
[ ] IEph 712B
1 ἐτείμησαν
Πόπλιον [Κυ]ιντίλι-
ον Οὐάλεντα̣ Οὐάριον
γραμματέα β̣ο̣υλῆς,
5 τὴν τειμὴν ἀναστή-
σαντος Φλαουίου Ἰουλιανοῦ
[ἀ]σιάρχου ἐκ τῶν ἰδίων,
στρατηγήσαντα καὶ γυ̣μ̣να-
σιαρχήσαντα καὶ ἀγο[ρα]ν̣ομή-
10 σαντα ἁγνῶς καὶ [φ]ιλοτεί-
μως καὶ πανηγυριαρχήσαν-
τα τῶν μεγάλων Ἀρ[τ]εμεισήων
καὶ μετρήσαντα τ[ὸν] σεῖτον παρ’ ἑ-
αυτοῦ ταῖς ἡμέραις τα[ῖς ἐθίμοις,]
15 καὶ νεοποιήσαντα τ̣[ῆς Ἀρτέμι]-
δος καὶ κληρώσαν[τα ἐκ πασῶν]
τῶν φυλῶν πολείτ[ας — χει]λ̣ί̣-
ους καὶ δόντα ἑκάστ[ῳ αὐτῶν ἀνὰ] 𐆖 βʹ,
[μ]εγάλοις καὶ ἐπισήμο[ις ἔργοις κ]ε-
20 [κ]οσμηκότα τὴν ἑαυ[τοῦ πατρίδα.]
Search Help