Honorary inscription for [Iulia P]olla, set up by Titus Flavius Pythion, Asiarch, and family, on base; AD 109/110; found at Ephesos: Cumont, BAB 1905, 204; Cagnat & Besnier, RA 6, 1905, 476, no. 122; ILS 8819a; FiE III no. 34; *IEph 3034.  
[ ] IEph 3034
1 [Π]ῶλλαν, ἀδελφὴν δὲ
[Γ(αΐου) Ἀντίου Αὔλου Ἰουλίου Αὔλου
υἱοῦ Οὐολτινία Κουαδράτου
ὑπάτου βʹ, ἑπτὰ ἀνδρῶν
5 ἐπουλώνων, φρᾶτρεμ Ἀρουᾶλε[μ,]
πρεσβευτοῦ καὶ ἀντιστρατήγου
Ἀσίας δίς, πρεσβευτοῦ Σεβαστοῦ
ἐπαρχείας Πόντου καὶ Βειθυνίας
Καππαδοκίας Γαλατίας Φρυγίας Λυκ[α]-
10 ονίας Παφλαγονίας Ἀρμενίας μεικρ[ᾶς,]
ἀνθυπάτου Κρήτης καὶ Κυρήνης, πρε[σ]-
βευτοῦ Αὐτοκράτορος καὶ ἀντιστρατήγου
ἐπαρχείας Λυκίας Παμφυλίας, πρεσβευ-
τοῦ καὶ ἀντιστρατήγου Αὐτοκράτορος
15 Νέρουα Τραιανοῦ Καίσαρος Σεβαστοῦ Γερ-
μανικοῦ Δακικοῦ ἐπαρχείας Συρίας
Φοινείκης Κομμαγηνῆς Τύρου·
τὴν ἀνάστασιν ποιησαμένου τοῦ
ἀνδριάντος ἐκ τῶν ἰδίων Τι(βερίου) Φλαουίου
20 Περιγένους ὑοῦ Κυρείνα Πυθίωνος
ἀσιάρχου καὶ Φλαουίας Μύρτου τῆς γυναι-
κὸς αὐτοῦ σὺν καὶ τοῖς τέκνοις Φλαουίοις
Ἀριστοβούλῳ Ἰουλιανῷ Σκάπλᾳ Πυθιάδι.
Search Help
Contact Us