Honorary inscription for [Iulia P]olla, set up by Titus
Flavius Pythion, Asiarch, and family, on base; AD 109/110; found
at Ephesos: Cumont, BAB 1905, 204; Cagnat & Besnier, RA 6, 1905,
476, no. 122; ILS 8819a; FiE III no. 34; *IEph 3034.
[ ]
IEph 3034
1 | [Π]ῶλλαν, ἀδελφὴν δὲ |
[Γ(αΐου) Ἀντίου Αὔλου Ἰουλίου Αὔλου | |
υἱοῦ Οὐολτινία Κουαδράτου | |
ὑπάτου βʹ, ἑπτὰ ἀνδρῶν | |
5 | ἐπουλώνων, φρᾶτρεμ Ἀρουᾶλε[μ,] |
πρεσβευτοῦ καὶ ἀντιστρατήγου | |
Ἀσίας δίς, πρεσβευτοῦ Σεβαστοῦ | |
ἐπαρχείας Πόντου καὶ Βειθυνίας | |
Καππαδοκίας Γαλατίας Φρυγίας Λυκ[α]- | |
10 | ονίας Παφλαγονίας Ἀρμενίας μεικρ[ᾶς,] |
ἀνθυπάτου Κρήτης καὶ Κυρήνης, πρε[σ]- | |
βευτοῦ Αὐτοκράτορος καὶ ἀντιστρατήγου | |
ἐπαρχείας Λυκίας Παμφυλίας, πρεσβευ- | |
τοῦ καὶ ἀντιστρατήγου Αὐτοκράτορος | |
15 | Νέρουα Τραιανοῦ Καίσαρος Σεβαστοῦ Γερ- |
μανικοῦ Δακικοῦ ἐπαρχείας Συρίας | |
Φοινείκης Κομμαγηνῆς Τύρου· | |
τὴν ἀνάστασιν ποιησαμένου τοῦ | |
ἀνδριάντος ἐκ τῶν ἰδίων Τι(βερίου) Φλαουίου | |
20 | Περιγένους ὑοῦ Κυρείνα Πυθίωνος |
ἀσιάρχου καὶ Φλαουίας Μύρτου τῆς γυναι- | |
κὸς αὐτοῦ σὺν καὶ τοῖς τέκνοις Φλαουίοις | |
Ἀριστοβούλῳ Ἰουλιανῷ Σκάπλᾳ Πυθιάδι. |