Honorary inscription for P(ublius) Gavius Balbus, procurator, on base; AD 123/148; found at Ephesos: FiE III no. 48 (PH); AnnEpig 1924, 82; *IEph 3048.  
[ ] IEph 3048
1 Π(όπλιον) Γάουιον Π(οπλίου) υἱὸν
Παλατ(είνα) Βάλβον, ἵππον
δημόσιον ἔχοντα, ἐν τοῖς ἀπολέκτοις
κρείνοντα, ἔπαρχον τεχνειτῶν, ἔπαρ(χον)
5 σπείρης βʹ Λουκηνσίων, χειλιάρχην λεγ(ιῶνος) βʹ
Σεβ(αστῆς), ἔπαρχον εἴλης αʹ Καννενεφατίων, ἐπί-
τροπον Σεβαστοῦ ἐπὶ τῶν κήνσων Γαλατίας
καὶ Παφλαγονίας, ἐπιμελητὴν ὁδῶν
Κορνηλίας καὶ τριουμφαλίας, ἐπίτροπον
10 τοῦ Σεβαστοῦ ἐπαρχείας Χερσονήσου,
Χερσονησῖται οἱ παρὰ τὸν Ἑλλήσ-
ποντον ψηφίσματι βουλῆς Αἰλίου
μουνικιπίου Κοίλων αὐξήσαντα τήν
τε πόλιν καὶ τὸ ἔθνος καὶ παντοίως
15 ἰδίᾳ τε καὶ δημοσίᾳ εὐεργετήσαντα
καὶ ἐν τῇ μεγίστῃ ἐνδείᾳ τῶν τροφῶν
τηρήσαντα μετ’ ἐκτενείας ἅπαντας.
Search Help
Contact Us