Honorary inscription for P(ublius) Gavius Balbus,
procurator, on base; AD 123/148; found at Ephesos: FiE III no. 48
(PH); AnnEpig 1924, 82; *IEph 3048.
[ ]
IEph 3048
1 | Π(όπλιον) Γάουιον Π(οπλίου) υἱὸν |
Παλατ(είνα) Βάλβον, ἵππον | |
δημόσιον ἔχοντα, ἐν τοῖς ἀπολέκτοις | |
κρείνοντα, ἔπαρχον τεχνειτῶν, ἔπαρ(χον) | |
5 | σπείρης βʹ Λουκηνσίων, χειλιάρχην λεγ(ιῶνος) βʹ |
Σεβ(αστῆς), ἔπαρχον εἴλης αʹ Καννενεφατίων, ἐπί- | |
τροπον Σεβαστοῦ ἐπὶ τῶν κήνσων Γαλατίας | |
καὶ Παφλαγονίας, ἐπιμελητὴν ὁδῶν | |
Κορνηλίας καὶ τριουμφαλίας, ἐπίτροπον | |
10 | τοῦ Σεβαστοῦ ἐπαρχείας Χερσονήσου, |
Χερσονησῖται οἱ παρὰ τὸν Ἑλλήσ- | |
ποντον ψηφίσματι βουλῆς Αἰλίου | |
μουνικιπίου Κοίλων αὐξήσαντα τήν | |
τε πόλιν καὶ τὸ ἔθνος καὶ παντοίως | |
15 | ἰδίᾳ τε καὶ δημοσίᾳ εὐεργετήσαντα |
καὶ ἐν τῇ μεγίστῃ ἐνδείᾳ τῶν τροφῶν | |
τηρήσαντα μετ’ ἐκτενείας ἅπαντας. |