Honorary inscription for Dionysios Neikephorou, prytanis,
by boule and demos of Ephesos, on statue-base; c. AD 140/150;
found at Ephesos: Knibbe, JÖAI 47, 1964 Beibl. 28-33, no. 15
(PH); BE 1968:462; *IEph 661.
[ ]
IEph 661
1 | [τῆς] π̣ρώτης καὶ με- |
[γί]σ̣της μητροπόλεως | |
τ̣ῆς Ἀσίας καὶ δὶς νεοκό- | |
ρου τῶν Σεβαστῶν Ἐφεσίων | |
5 | πόλεως ἡ βουλὴ καὶ ὁ δῆμος |
ἐτείμησεν | |
Διονύσιον Νεικηφόρου | |
τοῦ Διονυσίου, πρυτανεύ- | |
σαντα φιλοτείμως, παραφύ- | |
10 | λακα, νεοποιὸν τῆς Ἀρτέμιδος, |
[γ]ραμματέα τῆς βουλῆς, πατέρα | |
[ἱε]ρῆς τῆς Ἀρτέμιδος Ἰουλίας, | |
[π]ατέρα ἱεροκήρυκος Νεικηφόρου, | |
ἐλαιοθετήσαντα διὰ τοῦ ὑοῦ Διο- | |
15 | νυσίου μῆνας τέσσαρες ἐκ τῶν |
ἰδίων ἄνευ τάγματος ἐν τῷ ἄνω | |
γυμνασίῳ, καὶ ἐν τῷ τῆς πρυτανεί- | |
ας ἐνι[αυ]τῷ ἐν ταῖς ἐθίμοις ἡμέραις | |
θέντα ἔλαιον ἐν πᾶσι τοῖς γυμνα- | |
20 | σίοις, καὶ τῇ τῶν Καταγωγίων |
ἡμέρᾳ ἀγοραίας ἀγομένης ἔλαιον | |
θέντα δρακτῷ ἔν τε τοῖς γυμνασί- | |
οις καὶ ἐν τοῖς βαλανείοις τοῖς οὖ- | |
σιν ἐν Ἐφέσῳ πᾶσιν, ὑποσχόμε- | |
25 | νον ἐν τῷ σταδίῳ σαλίδας δύο, καὶ |
ἐν τῷ Σεβαστῷ γυμνασίῳ τοὺς | |
λείποντας κείονας Δοκιμηνοὺς | |
εἰκοσάποδας πέντε ἥμισυ, καὶ | |
τὰς λοιπὰς ἀρχὰς καὶ λειτουρ- | |
30 | γίας πάσας ἐκτελέσαντα |
τῇ πατρίδι φιλοτείμως. |