Honorary/funerary inscription for Marcus Antonius Albus
by boule and demos (of Ephesos); 1m; found at Ephesos: Gottwald,
Mitt. d. Ver. klass. Philol. in Wien 10, 1933, 121, no. B (PH);
*IEph 614C.
[ ]
IEph 614C
1 | ἐπὶ Πρέσβωνος τὸ βʹ, Ἀρτεμεισιῶνος |
ειʹ· ἔδοξεν τῇ βουλῇ φιλοσεβάστῳ· | |
περὶ ὧν ἐνεφάνισαν οἱ στρατηγοὶ καὶ | |
ὁ γραμματεὺς τοῦ δήμου Ἀπολλώνιος | |
5 | Μηνογένους φιλοσέβαστος· ἐπ<ε>ὶ με- |
τήλλαχε τὸν βίον Μᾶρκος Ἀντώνιος | |
Μάρκου υἱὸς Φαβία Ἄλβος, ἀνὴρ ἐν πολ- | |
λοῖς τὴν περὶ αὐτὸν πρὸς τὴν πόλιν εὔ- | |
νοιαν ἐπιδεδειγμένος διά τε συνηγο- | |
10 | ριῶν καὶ ἐκδικιῶν, ἃς ὑπὲρ τῶν κοι- |
νῶν διὰ παντὸς παρέσχετο, ἐφ’ οἷς | |
ἡ βουλὴ ἐπαχθῶς ἐνένκασα τὴν | |
μεταλλαγὴν αὐτοῦ ἔκρειναν τὰ | |
προσήκοντα τῇ ἐκκομιδῇ καὶ κηδήᾳ | |
15 | αὐτοῦ· ψηφίσασθαι οὕτως· συνεκκομισ- |
θῆ<ναι> Ἄλβον̣, ὡς ἂν οἱ προσήκοντες αὐτῷ | |
προαιρῶνται· στεφανωθῆναι δὲ καὶ ἐπὶ | |
τῆς ἐκκομιδῆς, ἀνανγελίας γενομέ- | |
νης ὑπὸ τοῦ κήρυκος· "ἡ βουλὴ καὶ ὁ δῆ- | |
20 | μος στεφανοῦσι Μᾶρκον Ἀντώνιον |
Μάρκου υἱὸν Φαβία Ἄλβον διηνεκῶς | |
προστάτην γεγονότα τοῦ τε ἱεροῦ τῆς Ἀρτέμιδος | |
καὶ τῆς πόλεως, βιώσαντα σωφρό- | |
νως καὶ κοσμίως"· τεθῆναι δὲ αὐτὸν | |
25 | ἐν τῇ προεψηφισμένῃ τῆς γυναι- |
κὸς αὐτοῦ ἐνταφῇ· δεδόχθαι τῇ | |
βουλῇ φιλοσεβάστῳ γενέσθαι | |
καθότι προγέγραπται. |