Honorary/funerary inscription for Marcus Antonius Albus by boule and demos (of Ephesos); 1m; found at Ephesos: Gottwald, Mitt. d. Ver. klass. Philol. in Wien 10, 1933, 121, no. B (PH); *IEph 614C.  
[ ] IEph 614C
1 ἐπὶ Πρέσβωνος τὸ βʹ, Ἀρτεμεισιῶνος
ειʹ· ἔδοξεν τῇ βουλῇ φιλοσεβάστῳ·
περὶ ὧν ἐνεφάνισαν οἱ στρατηγοὶ καὶ
ὁ γραμματεὺς τοῦ δήμου Ἀπολλώνιος
5 Μηνογένους φιλοσέβαστος· ἐπ<ε>ὶ με-
τήλλαχε τὸν βίον Μᾶρκος Ἀντώνιος
Μάρκου υἱὸς Φαβία Ἄλβος, ἀνὴρ ἐν πολ-
λοῖς τὴν περὶ αὐτὸν πρὸς τὴν πόλιν εὔ-
νοιαν ἐπιδεδειγμένος διά τε συνηγο-
10 ριῶν καὶ ἐκδικιῶν, ἃς ὑπὲρ τῶν κοι-
νῶν διὰ παντὸς παρέσχετο, ἐφ’ οἷς
ἡ βουλὴ ἐπαχθῶς ἐνένκασα τὴν
μεταλλαγὴν αὐτοῦ ἔκρειναν τὰ
προσήκοντα τῇ ἐκκομιδῇ καὶ κηδήᾳ
15 αὐτοῦ· ψηφίσασθαι οὕτως· συνεκκομισ-
θῆ<ναι> Ἄλβον̣, ὡς ἂν οἱ προσήκοντες αὐτῷ
προαιρῶνται· στεφανωθῆναι δὲ καὶ ἐπὶ
τῆς ἐκκομιδῆς, ἀνανγελίας γενομέ-
νης ὑπὸ τοῦ κήρυκος· "ἡ βουλὴ καὶ ὁ δῆ-
20 μος στεφανοῦσι Μᾶρκον Ἀντώνιον
Μάρκου υἱὸν Φαβία Ἄλβον διηνεκῶς
προστάτην γεγονότα τοῦ τε ἱεροῦ τῆς Ἀρτέμιδος
καὶ τῆς πόλεως, βιώσαντα σωφρό-
νως καὶ κοσμίως"· τεθῆναι δὲ αὐτὸν
25 ἐν τῇ προεψηφισμένῃ τῆς γυναι-
κὸς αὐτοῦ ἐνταφῇ· δεδόχθαι τῇ
βουλῇ φιλοσεβάστῳ γενέσθαι
καθότι προγέγραπται.
Search Help
Contact Us