Honorary inscription for Gordian III by polis of Ephesos;
AD 244; found at Ephesos: Keil, JÖAI 25, 1929 Beibl. 17-18 (PH);
SEG 4, 523; AnnEpig 1930, 78; FiE IV 3 no. 36 (PH); *IEph 4336.
[ ]
IEph 4336
0 | [τὸν γῆς καὶ θαλάσσης και παν]- |
[τὸς τοῦ ἀν]θρώπων γένους δεσπότην | |
[καὶ σωτῆρα] Αὐτοκράτορα Καίσαρα Μ(ᾶρκον) Ἀντ(ώνιον) | |
Γορδιανὸν Σεβ(αστόν), τὸν ἀγαθὸν καὶ εὐσεβῆ βασιλέα, | |
ἀποκαταστήσαντα καὶ ἐπαυξήσαντα τῷ ἰδίῳ | |
5 | κόσμῳ τὴν ἀρχαίαν τοῦ βίου εἰρήνην, |
ἡ πρώτη καὶ μεγίστη μητρόπολις τῆς Ἀσίας καὶ νεωκόρος τῆς | |
Ἀρτέμιδος καὶ δὶς νεωκόρος τῶν Σεβαστῶν Ἐφεσίων πόλις, | |
γραμματέυοντων τοῦ δήμου τῶν περὶ Αὐρουνκήϊον Μιθριδάτην, | |
πατέρα ἱεροκήρυκος, πατρὸς μόνου γραμματέως καὶ θείου καὶ | |
10 | πάππου μόνων γραμματέων, τρὶς ἀρχιερείας ἔκγονον καὶ |
ἀδελφιδοῦν ἀσιάρχου, | |
καὶ Λ(ούκιον) Κορν(ήλιον) Φροντωνιανὸν θεολόγον βούλαρχον πατέρα ἱερο- | |
κήρυκος καὶ Αὐρ(ήλιον) Ἀρτεμᾶν Μοσχίωνος ὑμνῳδόν, ὑὸν γραμματέως, καὶ | |
Τ(ίτον) Φάβ(ιον) Δαμᾶν, ὑὸν νεοποιοῦ, νεοποιόν, καὶ Αὐρ(ήλιον) Ἡρακλείδην Λικιννίου | |
15 | νεοποιὸν καὶ στρατηγόν, καὶ Αὐρ(ήλιον) Ἀρτεμᾶν τρὶς φιλοσέβαστον. |