Thanksgiving to Hestia and all the gods by prytanis
Aurelia Iuliane; 3b; found at Ephesos: Keil, Anat. Studies
Buckler 121, no. 4; FiE IX 1 no. F7; *IEph 1066.
[ ]
IEph 1066
1 | ἀγαθῇ τύχῃ· |
Αὐρηλία Ἰουλιανὴ Παπαρίωνος, ἁγνοτάτη καὶ εὐσεβεστάτη | |
πρύτανις, θυγάτηρ καὶ ἐκγόνη καὶ προεκγόνη και ἀνεψιὰ | |
γραμματέων καὶ πρυτανέων καὶ ἀσιαρχῶν εὐχαριστῶ | |
5 | τῇ δεσποίνῃ Ἑστίᾳ καὶ πᾶσιν τοῖς θεοῖς, ὅτι με ὑγιαίνουσαν |
[τ]οῖς γονεῦσιν vacat ἀπέδωκαν. |