Thanksgiving to Hestia Boulaia, Pyr aphtharton, Demeter,
Kore, Apollo Klarios, the god Kinnaios, and all the gods, by
hestiouchos Ael(ius) Elpidephoros and others; 3b; found at
Ephesos: Miltner, JÖAI 44, 1959 Beibl. 291, note 66; FiE IX 1 no.
F12 (PH); *IEph 1072.
[ ]
IEph 1072
1 | ἀγαθῇ τύχη[ι·] |
πρυτανευούσης | |
Αἰλίας Σεβήρας Βάσσης | |
θυγατρὸς Αἰλ(ίου) Πυθίωνος | |
5 | φιλοσεβ(άστου) γραμματέως δήμου, |
Αἴλ(ιος) Ἐλπιδηφόρος ἑστιοῦχος | |
καὶ Αἰλ(ία) Πάνθεια καλαθη- | |
φόρος καὶ Αὐρ(ηλία) Ἐπίκτησις | |
ὑποκαλαθηφόρος | |
10 | εὐχαριστοῦμεν Ἑστίᾳ Βουλαίᾳ |
καὶ Πυρὶ ἀφθάρτῳ καὶ Δήμητρι | |
καὶ Δήμητρος Κόρῃ καὶ Ἀπολ- | |
λωνι Κλαρίῳ καὶ θεῷ Κινναίῳ | |
καὶ πᾶσιν τοῖς θεοῖς ὅτι | |
15 | εὐτυχῶς ἐξετελέσαμεν |
ὅλον τὸν ἐνιαυτὸν μετὰ | |
τῆς θρεψάσης ἡμῶν. |