Additional benefaction of Gaius Vibius Salutaris donating statues; AD 104; found at Ephesos: Wood, App. 6, no. 1, col. 6, ll. 74-96; GIBM 481, 481*; FiE II no. 27G; Laum 9; Oliver, Sacred Gerousia 3, ll. 447-568; *IEph 27G (PH) and IEph 27 frag. 2.  
[ ] IEph 27G + IEph 27 fr. 2
447 Σέξτῳ Ἀττίῳ Σουβουρανῷ τὸ βʹ, Μάρκῳ Ἀσι-
νίῳ Μαρκέλλῳ ὑπάτοις πρὸ ηʹ Καλανδῶν Μαρτίων·
ἐπὶ πρυτάνεως Τιβ(ερίου) Κλαυδίου Αντιπάτρου Ἰουλιανοῦ
450 μηνὸς Ἀνθεστηριῶνος βʹ Σεβαστῇ.
Γάϊος Οὐείβιο̣ς, Γ(αΐου) υἱ(ός), Οὐωφεντείνα, Σαλουτάριος, φιλάρ-
τεμις καὶ φιλόκαισαρ, διάταξιν εἰσφέρει κατὰ τὸ προγε-
γονὸς ψήφισμα, περὶ ὧν προσκαθιέρωκε τῇ μεγίστῃ θεᾷ Ἐφε-
σίᾳ Ἀρτ̣έ̣μιδι καὶ τῇ φιλοσεβάστῳ Ἐφεσίων βουλῇ
455 καὶ τῇ φιλοσεβάσ[τῳ Ἐφεσίων γερο]υ̣σίᾳ καὶ τ̣[οῖς χ]ρ̣υ-
σοφορο̣ῦσι τῆς [θεοῦ Ἀρτέμιδος ἱερ]εῦ̣σιν καὶ ἱερονείκαις πρὸ
πόλεως κ̣[αὶ τοῖς αἰεὶ ἐσομένοις Ἐ]φεσίων παισὶ καὶ θεσ-
μῳδοῖς ναο̣[ῦ τῶν Σεβαστῶν ἐν Ἐφέσ]ῳ κοινοῦ τῆς Ἀσίας καὶ
ἀκροβάταις τῆς [Ἀρτέμιδος ἐπὶ] τοῖς δικαίοις καὶ προστεί-
460 μοις, ὡς ἐν τ<ῇ> πρὸ [ταύτης δι]ατάξει ἠσφάλισται, εἰκό-
νων ἀργυρέων δύο ἐ̣[πι]χ̣[ρ]ύ̣σων, ὥστε αὐτὰς εἶναι σὺν τοῖς
ἀπεικονισμάτων τῆς θεοῦ ἀριθμῷ τριάκοντα καὶ μίαν,
καὶ ἀργυρίου ἄλλων δη(νάριων) χειλίων πεντακοσίων, ὥστε̣ ε̣ἶ̣ναι
αὐτὰ σὺν τοῖς προκαθιερωμένοις δη(ναρίοις) <βʹ> μυρίοις χειλίοις πεν-
465 τακοσίοις· ἐφ’ ᾧ εἰκὼν ἀργυρέα Ἀθηνᾶς Παμμούσου, ὁλκῆς
σὺν τῷ ἐπαργύρῳ τῆς βάσεως αὐτῆς λειτρῶν ἑπτά, ἡμιουν-
κίου, γραμμάτων ὀκτώ, ἡ καθιερωμένη τῇ τε Ἀρτέμιδι καὶ
τοῖς αἰεὶ ἐσομένοις Ἐφεσίων παι<σ>ί, τιθῆ̣τ̣α̣ι κατὰ πᾶσαν νό-
μιμον ἐκκλησίαν ἐπάνω τῆς σελίδος, οὗ [ο]ἱ παῖδες καθέζ̣[ο]ν̣ται.
470 ὁμοίως καὶ εἰκὼν ἀργυρέα Σεβασ-
τῆς Ὁμονοίας Χρυσοφόρου, ὁλκῆς
σὺν τῷ ἐπαργύρῳ τῆς βάσεως αὐτῆς
λειτρῶν ἕξ, ἡ καθιερωμένη τῇ τε Ἀρτέ-
μιδι καὶ τοῖς ἀεὶ χρυσοφοροῦσιν ἱερεῦ-
475 σιν καὶ ἱερονείκαις πρὸ πόλ̣[εω]ς, τίθετα̣[ι]
κατὰ πᾶσαν ἐκκλησίαν̣ [ἐπάν]ω [τῆς] σε-
λίδος, οὗ οἱ ἱερονεῖκαι κα[θέζ]ονται.
ὁ δὲ προγεγρα[μ]μ̣έν̣[ος σ]ταθμὸς τῶν εἰκό-
νων καὶ βάσε[ων π]αρεστάθη Εὐμένει Εὐ-
480 μένους [τοῦ] Θεοφίλ[ο]υ, τῷ καὶ αὐτῷ στρατη-
[γῷ τ]ῆ̣ς Ἐφεσίων πόλεως, διὰ ζυγοστά-
του Ἑρμίου, ἱεροῦ τῆς Ἀρτέμιδος, συνπαρό[ν]-
τος καὶ συνπαραλαμβάνοντος Μουσαίου, ἱ[εροῦ]
τῆς Ἀρτέμιδος, τοῦ ἐπὶ τῶν παραθηκῶν̣.
485 ὑπὲρ δὲ τῶν προσκαθιε̣ρω̣μένων δηναρίω[ν χει]-
λίων πεντακοσίων τελέσει τόκον [Σαλου]-
τάριος δραχμιαῖον κα[θ’] ἕ̣κ̣α̣στον ἐ[νιαυτὸν]
τὰ γεινόμενα δηνά[ρ]ια ρλεʹ, [ἀφ’ ὧν δώσει]
τῷ γραμματεῖ τῆς Ἐφεσίων βου̣[λῆς δη(νάρια) νεʹ,
490 ὅπως κλῆρον ἐπιτελῇ ἐκ τῶν [βουλευτῶν τῇ εʹ]
ἱσταμένου τοῦ Θαργηλιῶν[ος εἰς ὀνόματα]
εʹ· οὗτοί τε οἱ λαχόντες θυσ[ίαν θύσουσι]
τῇ Ἀρτέμιδι τῇ ἕκτῃ το[ῦ μηνός, τῇ γενεσίῳ]
τῆς θεοῦ, ἀγοράζο[ν]τες [— δη(νάρια) εἴκοσι]
495 ἑπτὰ ἡμίσους, καὶ [τ][λοιπὰ δη(νάρια) κζʹ ἀσ(σάρια) θʹ]
δαπανήσουσιν [ἐν τῷ ἱερῷ τῆς Ἀρτέμι]-
δος εἰς τὴν ο̣[—]
498/518 {²21 lines are missing; in this gap belong the 4 following lines}²
500a [—]γ[․]δ̣ο[—]
[ὁμοίως δώσει ἀπὸ τοῦ πρ]ογεγραμ[μένου τόκου]
[τοῖς χρυσοφοροῦσι καὶ ἱ]ερ[ο]νείκ̣[αις πρὸ πόλεως]
[δη(νάρια) ϛʹ ἀσ(σάρια) ιγʹ ἥμισυ, ὅπως κλῆρον ἐπιτελῶσι —]
519 [ὁμοίως δώσει ἀπὸ τοῦ προγεγραμμένου τόκου]
520 τ̣οῖς παιδωνόμοις δη(νάρια) ιεʹ ἀσ(σάρια) δεκατρία ἥμισυ,]
ὅπ̣[ως ἐπιτελῶσι κλῆρον ἐκ τῶν παίδων πάν]-
τ[ων —]
[—]
τῇ γενεσίῳ τῆς θεοῦ ἡμέρᾳ εἰς ὀνόματα]
525 ἑ̣ξήκον[τα τρία· οὗτοί τε οἱ λαχόντες εὔξονται]
ἐν τῷ ἱερῷ τῆς Ἀρτ[έμιδος — γει]-
νομένων κατὰ ἀν[—·]
ἐὰν δέ τινες τῶν λαχόν̣τ̣ων̣ [ἀνδρῶν ἢ παίδων ἢ]
τὰς θυσίας μὴ θύσωσιν ἢ μὴ εὔ̣[ξωνται ἐν τῷ]
530 ἱερῷ, ὡς διατέτακται, ἀποδότω[σαν εἰς προσ]-
κόσμημα τῆς Ἀρτέμιδος δη(νάρια) εʹ.
ὁμοίως δώσει ἀπὸ τοῦ προγεγραμμένου̣ [τόκου]
καὶ τοῖς θεσμῳδοῖς εἰς διανομὴν δη(νάρια) ζʹ,
ὥστε λαμβάνειν αὐτοὺς ἐν τῷ ἱερῷ τῆς Ἀρτέ-
535 μιδος τῇ γενεσίῳ τῆς θεοῦ ἀνὰ ἀσσάρια θʹ·
ὁμοίως δώσει ἀπὸ τοῦ προγεγραμμένου τόκου
καὶ τοῖς ἀκροβάταις τῆς θεοῦ εἰς διανομὴν
δη(νάρια) ιεʹ, ὥστε λαμβάνειν αὐτοὺς τῇ γενεσίῳ
τῆς θεοῦ ἀνὰ ἀσσάρια δεκατρία ἥμισυ.
540 πρὸς δὲ τὸ μένειν τὰ ἀπεικονίσματα πάντα
καθαρὰ ἐξέστω, ὁσάκις ἂν ἐνδέχηται,
ἐκμάσσεσθαι γῇ ἀργυρωματικῇ ὑπὸ τοῦ
αἰεὶ ἐσομένου ἐπὶ τῶν παραθηκῶν, παρόν-
των δύο νεοποιῶν καὶ σκηπτούχου,
545 ἑτέρᾳ δὲ ὕλῃ μηδεμιᾷ ἐκμάσσεσθαι· καὶ
τὰ λοιπὰ δη(νάρια) ὀκτὼ δοθήσεται καθ’ ἕκαστον
ἐνιαυτὸν τῷ ἐπὶ τῶν παραθηκῶν εἰς τὴν
ἐπιμέλειαν τῶν ἀπεικονισμάτων καὶ τὸν
ἀγορασμὸν τῆς ἀργυρωματικῆς γῆς.
550 ὑπέσχετο δὲ Σαλουτάριος δώσειν καὶ δη(νάρια)
ἑκατὸν τριάκοντα πέντε, ὥστε ἄρξασθαι
τὴν φιλοτιμίαν αὐτοῦ τῷ ἐνεστῶτι ἔτει
τῇ γενεσίῳ τῆς θεοῦ ἡμέρᾳ.
τὰς δὲ προγεγραμμένας εἰκόνας καὶ τὰς
555 προκαθιερωμένας ἐν τῇ πρὸ ταύτης δια-
τάξει καὶ τὰ ἀπεικονίσματα πάντα τῆς θεοῦ
φερέτωσαν ἐκ τοῦ προνάου κατὰ πᾶσαν ἐκκλη-
σίαν εἰς τὸ θέατρον καὶ τοὺς γυμνικοὺς ἀγῶ-
νας, καὶ εἴ τινες ἕτεραι ὑπὸ τῆς βουλῆς καὶ τοῦ
560 δήμου ὁρισθήσονται ἡμέραι, ἐκ τῶν νεοποι-
ῶν δύο καὶ οἱ ἱερονεῖκαι καὶ σκηπτοῦχος καὶ
φύλακοι κ̣αὶ πάλιν ἀποφερέτωσαν εἰς τὸ
ἱερὸν καὶ [κατ]ατιθέσθωσαν συνπαραλαμβα-
νόντων καὶ τῶν ἐφήβων ἀπὸ τῆς Μαγνη-
565 τικ̣ῆ̣ς πύλης καὶ μετὰ τὰς ἐκκλησίας
συνπροπενπόντων ἕως τῆς Κορησσικῆ̣[ς]
πύλης, καθὼς καὶ ἐν τοῖς προγεγονό̣σ̣ι
ψηφίσ̣μασι ἡ βοuλὴ καὶ ὁ δῆμος ὥρισ[α]ν̣.
Search Help
Contact Us