Additional benefaction of Gaius Vibius Salutaris donating
statues; AD 104; found at Ephesos: Wood, App. 6, no. 1, col. 6,
ll. 74-96; GIBM 481, 481*; FiE II no. 27G; Laum 9; Oliver, Sacred
Gerousia 3, ll. 447-568; *IEph 27G (PH) and IEph 27 frag. 2.
[ ]
IEph 27G + IEph 27 fr. 2
| 447 | Σέξτῳ Ἀττίῳ Σουβουρανῷ τὸ βʹ, Μάρκῳ Ἀσι- |
| νίῳ Μαρκέλλῳ ὑπάτοις πρὸ ηʹ Καλανδῶν Μαρτίων· | |
| ἐπὶ πρυτάνεως Τιβ(ερίου) Κλαυδίου Αντιπάτρου Ἰουλιανοῦ | |
| 450 | μηνὸς Ἀνθεστηριῶνος βʹ Σεβαστῇ. |
| Γάϊος Οὐείβιο̣ς, Γ(αΐου) υἱ(ός), Οὐωφεντείνα, Σαλουτάριος, φιλάρ- | |
| τεμις καὶ φιλόκαισαρ, διάταξιν εἰσφέρει κατὰ τὸ προγε- | |
| γονὸς ψήφισμα, περὶ ὧν προσκαθιέρωκε τῇ μεγίστῃ θεᾷ Ἐφε- | |
| σίᾳ Ἀρτ̣έ̣μιδι καὶ τῇ φιλοσεβάστῳ Ἐφεσίων βουλῇ | |
| 455 | καὶ τῇ φιλοσεβάσ[τῳ Ἐφεσίων γερο]υ̣σίᾳ καὶ τ̣[οῖς χ]ρ̣υ- |
| σοφορο̣ῦσι τῆς [θεοῦ Ἀρτέμιδος ἱερ]εῦ̣σιν καὶ ἱερονείκαις πρὸ | |
| πόλεως κ̣[αὶ τοῖς αἰεὶ ἐσομένοις Ἐ]φεσίων παισὶ καὶ θεσ- | |
| μῳδοῖς ναο̣[ῦ τῶν Σεβαστῶν ἐν Ἐφέσ]ῳ κοινοῦ τῆς Ἀσίας καὶ | |
| ἀκροβάταις τῆς [Ἀρτέμιδος ἐπὶ] τοῖς δικαίοις καὶ προστεί- | |
| 460 | μοις, ὡς ἐν τ<ῇ> πρὸ [ταύτης δι]ατάξει ἠσφάλισται, εἰκό- |
| νων ἀργυρέων δύο ἐ̣[πι]χ̣[ρ]ύ̣σων, ὥστε αὐτὰς εἶναι σὺν τοῖς | |
| ἀπεικονισμάτων τῆς θεοῦ ἀριθμῷ τριάκοντα καὶ μίαν, | |
| καὶ ἀργυρίου ἄλλων δη(νάριων) χειλίων πεντακοσίων, ὥστε̣ ε̣ἶ̣ναι | |
| αὐτὰ σὺν τοῖς προκαθιερωμένοις δη(ναρίοις) <βʹ> μυρίοις χειλίοις πεν- | |
| 465 | τακοσίοις· ἐφ’ ᾧ εἰκὼν ἀργυρέα Ἀθηνᾶς Παμμούσου, ὁλκῆς |
| σὺν τῷ ἐπαργύρῳ τῆς βάσεως αὐτῆς λειτρῶν ἑπτά, ἡμιουν- | |
| κίου, γραμμάτων ὀκτώ, ἡ καθιερωμένη τῇ τε Ἀρτέμιδι καὶ | |
| τοῖς αἰεὶ ἐσομένοις Ἐφεσίων παι<σ>ί, τιθῆ̣τ̣α̣ι κατὰ πᾶσαν νό- | |
| μιμον ἐκκλησίαν ἐπάνω τῆς σελίδος, οὗ [ο]ἱ παῖδες καθέζ̣[ο]ν̣ται. | |
| 470 | ὁμοίως καὶ εἰκὼν ἀργυρέα Σεβασ- |
| τῆς Ὁμονοίας Χρυσοφόρου, ὁλκῆς | |
| σὺν τῷ ἐπαργύρῳ τῆς βάσεως αὐτῆς | |
| λειτρῶν ἕξ, ἡ καθιερωμένη τῇ τε Ἀρτέ- | |
| μιδι καὶ τοῖς ἀεὶ χρυσοφοροῦσιν ἱερεῦ- | |
| 475 | σιν καὶ ἱερονείκαις πρὸ πόλ̣[εω]ς, τίθετα̣[ι] |
| κατὰ πᾶσαν ἐκκλησίαν̣ [ἐπάν]ω [τῆς] σε- | |
| λίδος, οὗ οἱ ἱερονεῖκαι κα[θέζ]ονται. | |
| ὁ δὲ προγεγρα[μ]μ̣έν̣[ος σ]ταθμὸς τῶν εἰκό- | |
| νων καὶ βάσε[ων π]αρεστάθη Εὐμένει Εὐ- | |
| 480 | μένους [τοῦ] Θεοφίλ[ο]υ, τῷ καὶ αὐτῷ στρατη- |
| [γῷ τ]ῆ̣ς Ἐφεσίων πόλεως, διὰ ζυγοστά- | |
| του Ἑρμίου, ἱεροῦ τῆς Ἀρτέμιδος, συνπαρό[ν]- | |
| τος καὶ συνπαραλαμβάνοντος Μουσαίου, ἱ[εροῦ] | |
| τῆς Ἀρτέμιδος, τοῦ ἐπὶ τῶν παραθηκῶν̣. | |
| 485 | ὑπὲρ δὲ τῶν προσκαθιε̣ρω̣μένων δηναρίω[ν χει]- |
| λίων πεντακοσίων τελέσει τόκον [Σαλου]- | |
| τάριος δραχμιαῖον κα[θ’] ἕ̣κ̣α̣στον ἐ[νιαυτὸν] | |
| τὰ γεινόμενα δηνά[ρ]ια ρλεʹ, [ἀφ’ ὧν δώσει] | |
| τῷ γραμματεῖ τῆς Ἐφεσίων βου̣[λῆς δη(νάρια) νεʹ, | |
| 490 | ὅπως κλῆρον ἐπιτελῇ ἐκ τῶν [βουλευτῶν τῇ εʹ] |
| ἱσταμένου τοῦ Θαργηλιῶν[ος εἰς ὀνόματα] | |
| εʹ· οὗτοί τε οἱ λαχόντες θυσ[ίαν θύσουσι] | |
| τῇ Ἀρτέμιδι τῇ ἕκτῃ το[ῦ μηνός, τῇ γενεσίῳ] | |
| τῆς θεοῦ, ἀγοράζο[ν]τες [— δη(νάρια) εἴκοσι] | |
| 495 | ἑπτὰ ἡμίσους, καὶ [τ]ὰ [λοιπὰ δη(νάρια) κζʹ ἀσ(σάρια) θʹ] |
| δαπανήσουσιν [ἐν τῷ ἱερῷ τῆς Ἀρτέμι]- | |
| δος εἰς τὴν ο̣[—] | |
| 498/518 | {²21 lines are missing; in this gap belong the 4 following lines}² |
| 500a | [—]γ[․]δ̣ο[—] |
| [ὁμοίως δώσει ἀπὸ τοῦ πρ]ογεγραμ[μένου τόκου] | |
| [τοῖς χρυσοφοροῦσι καὶ ἱ]ερ[ο]νείκ̣[αις πρὸ πόλεως] | |
| [δη(νάρια) ϛʹ ἀσ(σάρια) ιγʹ ἥμισυ, ὅπως κλῆρον ἐπιτελῶσι —] | |
| 519 | [ὁμοίως δώσει ἀπὸ τοῦ προγεγραμμένου τόκου] |
| 520 | τ̣οῖς παιδωνόμοις δη(νάρια) ιεʹ ἀσ(σάρια) δεκατρία ἥμισυ,] |
| ὅπ̣[ως ἐπιτελῶσι κλῆρον ἐκ τῶν παίδων πάν]- | |
| τ[ων —] | |
| [—] | |
| τῇ γενεσίῳ τῆς θεοῦ ἡμέρᾳ εἰς ὀνόματα] | |
| 525 | ἑ̣ξήκον[τα τρία· οὗτοί τε οἱ λαχόντες εὔξονται] |
| ἐν τῷ ἱερῷ τῆς Ἀρτ[έμιδος — γει]- | |
| νομένων κατὰ ἀν[—·] | |
| ἐὰν δέ τινες τῶν λαχόν̣τ̣ων̣ [ἀνδρῶν ἢ παίδων ἢ] | |
| τὰς θυσίας μὴ θύσωσιν ἢ μὴ εὔ̣[ξωνται ἐν τῷ] | |
| 530 | ἱερῷ, ὡς διατέτακται, ἀποδότω[σαν εἰς προσ]- |
| κόσμημα τῆς Ἀρτέμιδος δη(νάρια) εʹ. | |
| ὁμοίως δώσει ἀπὸ τοῦ προγεγραμμένου̣ [τόκου] | |
| καὶ τοῖς θεσμῳδοῖς εἰς διανομὴν δη(νάρια) ζʹ, | |
| ὥστε λαμβάνειν αὐτοὺς ἐν τῷ ἱερῷ τῆς Ἀρτέ- | |
| 535 | μιδος τῇ γενεσίῳ τῆς θεοῦ ἀνὰ ἀσσάρια θʹ· |
| ὁμοίως δώσει ἀπὸ τοῦ προγεγραμμένου τόκου | |
| καὶ τοῖς ἀκροβάταις τῆς θεοῦ εἰς διανομὴν | |
| δη(νάρια) ιεʹ, ὥστε λαμβάνειν αὐτοὺς τῇ γενεσίῳ | |
| τῆς θεοῦ ἀνὰ ἀσσάρια δεκατρία ἥμισυ. | |
| 540 | πρὸς δὲ τὸ μένειν τὰ ἀπεικονίσματα πάντα |
| καθαρὰ ἐξέστω, ὁσάκις ἂν ἐνδέχηται, | |
| ἐκμάσσεσθαι γῇ ἀργυρωματικῇ ὑπὸ τοῦ | |
| αἰεὶ ἐσομένου ἐπὶ τῶν παραθηκῶν, παρόν- | |
| των δύο νεοποιῶν καὶ σκηπτούχου, | |
| 545 | ἑτέρᾳ δὲ ὕλῃ μηδεμιᾷ ἐκμάσσεσθαι· καὶ |
| τὰ λοιπὰ δη(νάρια) ὀκτὼ δοθήσεται καθ’ ἕκαστον | |
| ἐνιαυτὸν τῷ ἐπὶ τῶν παραθηκῶν εἰς τὴν | |
| ἐπιμέλειαν τῶν ἀπεικονισμάτων καὶ τὸν | |
| ἀγορασμὸν τῆς ἀργυρωματικῆς γῆς. | |
| 550 | ὑπέσχετο δὲ Σαλουτάριος δώσειν καὶ δη(νάρια) |
| ἑκατὸν τριάκοντα πέντε, ὥστε ἄρξασθαι | |
| τὴν φιλοτιμίαν αὐτοῦ τῷ ἐνεστῶτι ἔτει | |
| τῇ γενεσίῳ τῆς θεοῦ ἡμέρᾳ. | |
| τὰς δὲ προγεγραμμένας εἰκόνας καὶ τὰς | |
| 555 | προκαθιερωμένας ἐν τῇ πρὸ ταύτης δια- |
| τάξει καὶ τὰ ἀπεικονίσματα πάντα τῆς θεοῦ | |
| φερέτωσαν ἐκ τοῦ προνάου κατὰ πᾶσαν ἐκκλη- | |
| σίαν εἰς τὸ θέατρον καὶ τοὺς γυμνικοὺς ἀγῶ- | |
| νας, καὶ εἴ τινες ἕτεραι ὑπὸ τῆς βουλῆς καὶ τοῦ | |
| 560 | δήμου ὁρισθήσονται ἡμέραι, ἐκ τῶν νεοποι- |
| ῶν δύο καὶ οἱ ἱερονεῖκαι καὶ σκηπτοῦχος καὶ | |
| φύλακοι κ̣αὶ πάλιν ἀποφερέτωσαν εἰς τὸ | |
| ἱερὸν καὶ [κατ]ατιθέσθωσαν συνπαραλαμβα- | |
| νόντων καὶ τῶν ἐφήβων ἀπὸ τῆς Μαγνη- | |
| 565 | τικ̣ῆ̣ς πύλης καὶ μετὰ τὰς ἐκκλησίας |
| συνπροπενπόντων ἕως τῆς Κορησσικῆ̣[ς] | |
| πύλης, καθὼς καὶ ἐν τοῖς προγεγονό̣σ̣ι | |
| ψηφίσ̣μασι ἡ βοuλὴ καὶ ὁ δῆμος ὥρισ[α]ν̣. |