Rescript of Marcus Aurelius and Lucius Verus to logistes
of gerousia concerning statues of emperors, improper payments,
and payment deadlines; AD 162/163; found at Ephesos: GIBM 497
(part); Heberdey, JÖAI 1, 1898 Beibl. 78-79 (part); Cagnat, RA
32, 1898, 466 (part); OGIS 508 (part); FiE II no. 23; Oliver,
Sacred Gerousia 11; Knibbe & Oberleitner, Funde aus Ephesos,
118-120, no. 172 (PH); *IEph 25 (PH) and Add. p. 2.
[ ]
IEph 25 + Add. p. 2
1 | Αὐτοκράτωρ Καῖσαρ Μᾶρκος Ἀυρήλιος Ἀντωνεῖνος |
Σεβαστὸς καὶ Αὐτοκράτωρ Καῖσαρ Λεύκιος Αὐρήλιος Οὐῆρος | |
Σεβαστὸς Ἀρμενιακὸς Οὐλπίῳ Εὐρυκλεῖ | |
χαίρειν. | |
5 | ὅτι μὲν ὑπ’ ἀνθυπάτων δοθέντα σε τῇ γερουσίᾳ τῶν Ἐφεσίων |
λογιστὴν ἐκείνοις ἔδει, περὶ ὧν ἠπόρεις, ἀναφέρειν, αὐτός τε εὐγνω- | |
μόνως ἐδήλωσας ἐπιστάμενος, καὶ ἡμεῖς διὰ τοῦτο ἐπεμνήσθημεν, | |
ὡς μὴ ῥαιδίως ἀνάγεσθαί τινας τῷ παραδείγματι. ὃ δὲ πρῶτον ἡμῖν ἐκοίνωσας, | |
τὸ περὶ τῶν ἀργυρῶν εἰκόνων, πρᾶγμα ὡς ἀληθῶς τῆς ἡμετέρας συνχωρήσε- | |
10 | [ως] προσδεόμενο<ν>, δῆλόν ἐστί σοι καὶ τὴν εἰς τὰς ἄλλας ἐρωτήσεις ἀφορμὴν συμβε- |
[βλη]μένον. τὰς οὖν εἰκόνας τῶν αὐτοκρατόρων, ἃς ἀποκεῖσθαι λέγεις ἐν τῷ συνε- | |
[δρί]ῳ τούτῳ, παλαιάς, ἑνὶ μὲν λόγῳ πάσας δοκιμάζομεν φυλαχθῆναι τοῖς ὀνόμασιν, ἐφ’ ο- | |
[ἷς] γέγονεν αὐτῶν ἑκάστη, εἰς δὲ ἡμετέρους χαρακτῆρας μηδέν τι τῆς ὕλης ἐκείνης | |
[μ]εταφέρειν· οἳ γὰρ [ο]ὔ[τ’] ἄλλως [εἰς τ]ὰς ἡμε[τέ]ρας τιμάς ἐσμεν [π]ρόχειρο[ι, πολὺ] δή τ[ι ἧ]τ[τον ἂν] | |
15 | [ἄλλας εἰς ἡμᾶς μετ]αβα[λλο]μ̣ένας ἀνασχοίμεθα· ἀλλ’ ὅσαι μ[ὲν αὐτῶν ․․․․c.12․․․․] |
[․․․․․c.15․․․․․․] ἔχουσι τὰς μορφάς, κἂν ὅσον γνωρίζε[σθαι τῶν προσώπων τοὺς χα]- | |
[ρακτῆρας, ταύτας κα]ὶ σοὶ παρέστη λελογισμένως, ὅτι τοῖς αὐτ[οῖς δεῖ φυλαχθῆναι ὀνό]- | |
[μασιν, ἐφ’ οἷς γεγόνασιν·] περὶ δὲ τῶν οὕτως ἄγαν συντεθραυ[σμένων, ὡς ἀναφέρεις, καὶ] | |
[οὐδεμίαν μορφὴν ἔτ]ι̣ φαίνειν δυναμένων τάχα μὲν ἂν καὶ [τούτων ἐκ τῶν ἐπὶ τοῖς βά]- | |
20 | [θροις ἐπιγραφῶν, τ]άχα δ’ ἂν καὶ ἐκ βιβλίων, εἴ τινα ἔστι τῷ [συνεδρίῳ τούτῳ ․․c.8․․․] |
[․․․․․c.14․․․․․, τὰ ὀνό]ματα συνπορισθείη, ὥστε τοῖ̣[ς προγεγονόσι μᾶλλον τὴν] | |
[τει]μὴν ἀνανεωθῆναι [ἤπερ διὰ τ]ῆ̣ς ἀναχων[εύσεως ἐξαφανισθῆναι τῶν] | |
εἰκόνων. τῇ δὲ χωνεύσει πρῶτον μέν σε παρὰ τυχ[․․․․․․․․․․24-26․․․․․․․․․․] | |
ταλαμβάνῃ τοῦ μέτρου τῆς λογιστείας· ἀλλ’ ἐπειδ[ὴ ․․․․․․․․․․․26-28․․․․․․․․․․․] | |
25 | ὑπήρξω καὶ τὸ συγχωρηθῆναι διεπράξω παρ’ ἡμῶ[ν ․․․․․․․․․․25-27․․․․․․․․․․․] |
πραχθῆναι, ἔπειτα καὶ ἄλλους πρὸς τὸ μάλιστα ἀνεσ̣[․․․․․․․․20-22․․․․․․․․, οὓς ἂν] | |
ὁ κράτιστος ἀνθύπατος εἴτε ἐξ αὐτῆς τῆς γερουσίας ε[ἴτε ἐξ ἁπάντων τῶν πολει]- | |
τῶν δοκιμάσῃ. τὸ δὲ κατὰ Σατορνεῖνον τὸν δημόσ[ιον ․․․․․․16-18․․․․․․,] | |
ὃν παρὰ τῶν χρεωστῶν τοῦ συνεδρίου πολλὰ κεκομίσθαι λέγεις [χρήματα, μὴ προσηκού]- | |
30 | σης τῆς εἰσπράξεως, τοιοῦτόν ἐστιν· εἰ μὲν γάρ τι εἰσήνεγκεν, ὧν ἀ[πείληφεν, οὐδ’ ἄλλο] |
παρὰ τοῦτο εἴη διάφορον, ὅτι οὐχ, ᾧ προσῆκεν, ἔδοσαν οἱ δόντες, οἷόν τι καὶ ὁ [ἐπίτροπος ἡ]- | |
μῶν ἐν τοῖ<ς> ἰδίοις τῆς ἡμετέρας οἰκίας λογισμοῖς προσέταξεν φυλάσσε[σθαι, χωρὶς τοῦ] | |
βλάπτεσθαί τινα κατὰ τὴν τῶν πρωσώπων ἐναλλαγὴν τῶν ἀπειληφότων, [τότε οὐδε]- | |
μία ζημία παρηκολούθησεν· ε̣ἰ̣ δὲ κἀκεῖνοι δεδώκασιν, ᾧ μὴ προσῆκον ἦν, κ[αὶ ὁ ἀπολα]- | |
35 | βὼν ἠφάνισεν τὰ κο[μισθέντα, τότε,] εἰ μέν τι εὑρίσκοιτο ἴδιον ἢ ἔχων ἢ καταλελ̣[οιπὼς] |
ἐκεῖνος, τὸ δὴ προσα[γορευόμενον πε]κ̣ούλιον, τοῦτο συλλέξασθαι πᾶν ὀφείλεις· [εἰ δὲ] | |
καὶ οὕτως ὑπὲρ τὴ[ν δύν]αμιν τὴ[ν ἐκεί]νου προσδεῖ τι τῇ γερουσίᾳ τῶν εἰσπραχθέντ[ων ὑ]- | |
π’ αὐτοῦ καὶ κατεσχ[ημ]ένων, ἐπιγν[ώμ]ων ὁ κράτιστος ἀνθύπατος γενέσ[θω] δ̣ιδασ[κόμε]- | |
νος ὑπό σου, πρὸς οὕ[στ]ινας ἐπανελθεῖ[ν] σε δεῖ τῶν ἐκείνῳ καταβεβληκότω[ν, διακρίνων] | |
40 | [κ]α̣ὶ̣ ἐκ τοῦ χρόνο[υ τοῦ με]ταξὺ διελ[ηλ]υ[θ]ότος καὶ τῶν [․․]ιω̣ν τοῦ̣ τ̣ρόπου̣ [․․․c.10․․․] |
[․․․․․․c.16․․․․․․τ]ετεικὼς ἀ̣π̣οδεικνύει, παρασταίη [․․․․․․․․․22-24․․․․․․․․․] | |
[․․․․c.12․․․․ ἀνενε]γ̣κεῖν κελευσθῆναι τὰ κακῶς ἀποδο[θέντα ․․․․․14-16․․․․․] | |
[․․․․․․c.16․․․․․․ τ]ῇ δόσει. αἱ δὲ συνεχεῖς ἀναβολαὶ τ[ῶν χρεῶν ․․․11-13․․․․] | |
[․․․․․․c.17․․․․․․․]ν ὁ πάππος αὐτοῦ Σαβεῖνος, ὡς φῄς, ἐνε[․․․․․․17-19․․․․․․․] | |
45 | [․․․․․․c.16․․․․․․]τ̣ίωνα, σχεδὸν ἀναγκαῖον ποοῦσι καὶ σοὶ τὸ χρ[․․․․․․16-18․․․․․․] |
[․․․․․․c.17․․․․․․․]ι̣ τὸ συγχωρεῖν· ὥσπερ γὰρ αἰδῶ πολλὴν ἀνδ[․․․․․․16-18․․․․․․] | |
[․․․․․․c.17․․․․․․․]σιν, οὕτως, ἐπειδὰν αὐτοί τινες αἰτίαν [․․․․․․16-18․․․․․․] | |
[․․]ασθ[αι] τοὺς βλαπτομένους [․․․․․․․․․․․․․․․․․․․․c.45․․․․․․․․․․․․․․․․․․․․․] | |
[συν]όλου συνεδρίου κοιν[․․․․․․․․․․․․․․․․․․․․c.45․․․․․․․․․․․․․․․․․․․․․ προ]- | |
50 | [σ]ιέναι τῷ κρατίστῳ ἀνθυπ[άτῳ ․․․․․․․․․․․․․․․․․․․․c.44․․․․․․․․․․․․․․․․․․․․] |
[․]ου. καὶ γὰρ τοῦτο τὸ σκέμμ[α ․․․․․․․․․․․․․․․․․․․․c.44․․․․․․․․․․․․․․․․․․․․ ἀ]- | |
ναφοράν, ὡς λέγεις, ἐπὶ τοὺς [․․․․․․․․․․․․․․․․․․․․c.44․․․․․․․․․․․․․․․․․․․․] | |
[․]ιν ἐνχωροῦντος εἴτε εἰς παραπ[․․․․․․․․․․․․․․․․․․․․c.44․․․․․․․․․․․․․․․․․․․․] | |
ρησιν αὐτῶν ἐκείνων, τί ἄλλο [․․․․․․․․․․․․․․․․․․․c.42․․․․․․․․․․․․․․․․․․․ γε]- | |
55 | ρ̣ουσία, τὸν δὲ ἀνθύπατον καὶ ἀ[․․․․․․․․․․․․․․․․․․․․c.44․․․․․․․․․․․․․․․․․․․․] |
ρον ἐνγύθεν ἕκαστα ἐξευρεῖν [․․․․․․․․․․․․․․․․․․․․c.44․․․․․․․․․․․․․․․․․․․․] | |
ο. τὰς μέντοι καὶ ἀπὸ τούτων αὐτ[․․․․․․․․․․․․․․․․․․․․c.44․․․․․․․․․․․․․․․․․․․․] | |
οὐ μόνον κατὰ τάξιν ἐστὶ τὸ προ[․․․․․․․․․․․․․․․․․․․․c.44․․․․․․․․․․․․․․․․․․․․ προσ]- | |
ίωσιν, ἀλλὰ καὶ πρὸς τὴν τῶν [․․․․․․․․․․․․․․․․․․․․c.45․․․․․․․․․․․․․․․․․․․․․] | |
60 | προσίωσι τοῖς καὶ μᾶλλον ἐπ[․․․․․․․․․․․․․․․․․․․․․c.46․․․․․․․․․․․․․․․․․․․․․] |
μαθεῖν ἐνγύθεν δυ[—] |